previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΘΗΡΙΚΛΕΙΟΣ. κύλιξ αὕτη ἐγκάθηται περὶ τὰς λαγόνας ἱκανῶς βαθυνομένη ὦτά τε ἔχει βραχέα ὡς ἂν κύλιξ οὖσα. καὶ μήποτε Ἄλεξις ἐν Ἡσιόνῃ θηρικλείῳ ποιεῖ τὸν Ἡρακλέα πίνοντα, ὅταν οὑτωσὶ λέγῃ II 324 K':'
γενόμενος δ᾽ ἔννους μόλις
ᾔτησε κύλικα καὶ λαβὼν ἑξῆς πυκνὰς
ἕλκει, καταντλεῖ, κατά τε τὴν παροιμίαν
αἰεί ποτ᾽ εὖ μὲν ἀσκός, εὖ δὲ θύλακος
ἅνθρωπός ἐστιν.
ὅτι δὲ κύλιξ ἐστὶν θηρίκλειος σαφῶς παρίστησιν Θεόφραστος ἐν τῇ περὶ Φυτῶν Ἱστορίᾳ 5, 3, 2'.' διηγούμενος γὰρ περὶ τῆς τερμίνθου φησί: ‘τορνεύεσθαι δὲ ἐξ αὐτῆς καὶ κύλικας θηρικλείους, ὥστε μηδένα <ἂν> διαγνῶναι πρὸς τὰς κεραμέας.' κατασκευάσαι δὲ λέγεται τὴν κύλικα ταύτην Θηρικλῆς Κορίνθιος κεραμεύς, ἀφ᾽ οὗ καὶ τοὔνομα ἔχει, γεγονὼς τοῖς χρόνοις κατὰ τὸν κωμικὸν Ἀριστοφάνη. μνημονεύει δὲ τῆς κύλικος Θεόπομπος μὲν ἐν Νεμέᾳ οὕτως I 741 K':'
ΣΠΙ. χώρει σὺ δεῦρο, Θηρικλέους πιστὸν τέκνον,
γενναῖον εἶδος, ὄνομά σοι τί θώμεθα;
ἆρ᾽ εἶ κάτοπτρον φύσεος; ἢν πλῆρες δοθῇς,
οὐδέν ποτ᾽ ἄλλο. δεῦρο δή, γεμίσω σ᾽ ἐγώ.
γραῦ Θεολύτη, γραῦ. ΘΕΟΛ. τί με καλεῖς σύ, φίλτατε;
ΣΠΙ. ἵν᾽ ἀσπάσωμαι: δεῦρο παρ᾽ ἐμέ, Θεολύτη,
παρὰ τὸν νέον ξύνδουλον. οὑτωσὶ καλῶς.
ΘΕΟΛ. Σπινθὴρ τάλας, πειρᾷς με. ΣΠΙ. ναί, τοιοῦτό τι:
φιλοτησίαν δὲ <τήνδε> σοι προπίομαι.
δέξαι: πιοῦσα δ᾽ ὁπόσον ἄν σοι θυμὸς ,
παράδος τὸ περιόν.
Κλεάνθης δ᾽ ἐν τῷ περὶ Μεταλήψεως συγγράμματί φησι: ‘τὰ τοίνυν εὑρήματα καὶ ὅσα τοιαῦτα ἔτι καὶ τὰ λοιπά ἐστιν, οἷον Θηρίκλειος, Δεινιάς, Ἰφικρατίς: ταῦτα γὰρ πρότερον συνιστορεῖν τοὺς εὑρόντας. φαίνεται δ᾽ ἔτι καὶ νῦν: εἰ δὲ μὴ ποιεῖ τοῦτο, μεταβεβληκὸς ἂν εἴη μικρὸν τοὔνομα. ἀλλά, καθάπερ εἴρηται, οὐκ ἔστιν πιστεῦσαι τῷ τυχόντι.' ἄλλοι δ᾽ ἱστοροῦσι θηρίκλειον ὀνομασθῆναι τὸ ποτήριον διὰ τὸ δορὰς θηρίων αὐτῷ ἐντετυπῶσθαι. Πάμφιλος δ᾽ Ἀλεξανδρεὺς ἀπὸ τοῦ τὸν Διόνυσον τοὺς θῆρας κλονεῖν σπένδοντα ταῖς κύλιξι ταύταις κατ᾽ αὐτῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: