Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Λακεδαιμόνιοι δ᾽ ὑπὸ τῶν ἐθῶν κωλυόμενοι εἰσφέρειν
εἰς τὴν Σπάρτην, ὡς ὁ αὐτὸς ἱστορεῖ Ποσειδώνιος
῾l. s.',' καὶ κτᾶσθαι ἄργυρον καὶ χρυσὸν ἐκτῶντο μὲν
οὐδὲν ἧττον, παρακατετίθεντο δὲ τοῖς ὁμόροις Ἀρκάσιν: εἶτα πολεμίους αὐτοὺς ἔσχον ἀντὶ φίλων,
ὅπως ἀνυπεύθυνον τὸ ἄπιστον διὰ τὴν ἔχθραν
γένηται. τῷ μὲν οὖν ἐν Δελφοῖς Ἀπόλλωνι τὸν
πρότερον ἐν τῇ Λακεδαίμονι χρυσὸν καὶ ἄργυρον ἱστοροῦσιν ἀνατεθῆναι, δημοσίᾳ δὲ εἰς τὴν πόλιν Λύσανδρον εἰσαγαγόντα πολλῶν κακῶν αἴτιον γενέσθαι.
Γύλιππον γοῦν τὸν Συρακοσίους ἐλευθερώσαντα ἀποθανεῖν ἀποκαρτερήσαντα λόγος, καταγνωσθέντα ὑπὸ
τῶν ἐφόρων ὡς νοσφισάμενον ἐκ τοῦ Λυσανδρείου
χρήματος. τοῦ δὲ ἀνατιθεμένου θεῷ καὶ συγχωρουμένου δήμου καθάπερ κοσμήματος καὶ κτήματος οὐ
ῥᾴδιον ἦν τὸν θνητὸν ὀλίγωρον γενέσθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.