previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πρὸς τῆς Δήμητρος ὑμῖν, ἑταῖροι, εἰ ταῦτα οὕτως ἐγίνετο, χρεία τίς ἡμῖν ἦν οἰκετῶν; ἀλλὰ γὰρ αὐτουργοὺς εἶναι ἐθίζοντες ἡμᾶς οἱ ἀρχαῖοι διὰ τῶν ποιημάτων ἐπαίδευον εὐωχοῦντες λόγοις. ἐγὼ δ᾽ ἐπειδὴ ὥσπερ λαμπάδιον κατασείσαντος τοῦ θαυμασιωτάτου Κρατίνου τὰ προκείμενα ἔπη καὶ οἱ μετ᾽ αὐτὸν γενόμενοι μιμησάμενοι ἐπεξειργάσαντο, ἐχρησάμην τῇ τάξει τῶν δραμάτων ὡς ἐδιδάχθη: καὶ εἰ μὴ ἐνοχλῶ τι ὑμῖν ῾τῶν γὰρ κυνικῶν φροντὶς οὐδὲ σμικροτάτἠ, ἀπομνημονεύσω κατὰ τὴν τάξιν καὶ τὰ τοῖς ἄλλοις εἰρημένα ποιηταῖς: ὧν εἷς ἐστιν Ἀττικώτατος Φερεκράτης, ὃς ἐν μὲν τοῖς Μεταλλεῦσί φησιν I 174 K':'
πλούτῳ δ᾽ ἐκεῖν᾽ ἦν πάντα συμπεφυρμένα,
ἐν πᾶσιν ἀγαθοῖς πάντα τρόπον εἰργασμένα.
ποταμοὶ μὲν ἀθάρης καὶ μέλανος ζωμοῦ πλέῳ
διὰ τῶν στενωπῶν τονθολυγοῦντες ἔρρεον
αὐταῖσι μυστίλαισι καὶ ναστῶν τρύφη,
ὥστ᾽ εὐμαρῆ γε καὐτομάτοις τὴν ἔνθεσιν
χωρεῖν λιπαρὰν κατὰ τοῦ λάρυγγος τοῖς νεκροῖς.
φύσκαι δὲ καὶ σίζοντες ἀλλάντων τόμοι
παρὰ τοῖς ποταμοῖσιν ἐξεκέχυντ᾽ ἀντ᾽ ὀστράκων.
καὶ μὴν παρῆν τεμάχη μὲν ἐξωπτημένα,
καταχυσματίοισι παντοδαποῖσιν εὐτρεπῆ:
σχελίδες δ᾽ ὁλόκνημοι πλησίον τακερώταται
ἐπὶ πινακίσκοις καὶ δίεφθ᾽ ἀκροκώλια
ἥδιστον ἀπατμίζοντα καὶ χόλικες βοὸς
καὶ πλευρὰ δελφάκει᾽ ἐπεξανθισμένα
χναυρότατα παρέκειτ᾽ ἐπ᾽ ἀμύλοις καθήμενα.
παρῆν δὲ χόνδρος γάλατι κατανενιμμένος
ἐν καταχύτλοις λεκάναισι καὶ πύου τόμοι.
Β. οἴμ᾽ ὡς ἀπολεῖς μ᾽ ἐνταῦθα διατρίβουσ᾽ ἔτι,
παρὸν κολυμβᾶν ὡς ἔχω 'ς τὸν Τάρταρον.
Α. τί δῆτα λέξεις, τἀπίλοιπ᾽ ἤνπερ πύθῃ; ὀπταὶ κίχλαι γὰρ εἰς ἀνάβραστ᾽ ἠρτυμέναι περὶ τὸ στόμ᾽ ἐπέτοντ᾽ ἀντιβολοῦσαι καταπιεῖν, ὑπὸ μυρρίναισι κἀνεμώναις κεχυμέναι. τὰ δὲ μῆλ᾽ ἐκρέματο τὰ καλὰ τῶν καλῶν ἰδεῖν ὑπὲρ κεφαλῆς, ἐξ οὐθενὸς πεφυκότα. κόραι δ᾽ ἐν ἀμπεχόναις τριχάπτοις ἀρτίως ἡβυλλιῶσαι καὶ τὰ ῥόδα κεκαρμέναι πλήρεις κύλικας οἴνου μέλανος ἀνθοσμίου ἤντλουν διὰ χώνης τοῖσι βουλομένοις πιεῖν. καὶ τῶνδ᾽ ἑκάστοτ᾽ εἰ φάγοι τις πίοι, διπλάσι᾽ ἐγίνετ᾽ εὐθὺς ἐξ ἀρχῆς πάλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: