previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ ἅμα ταῦτα λέγων οἷος ἦν ἀπανίστασθαι: ἐπιστραφεὶς δὲ καὶ θεασάμενος πλῆθος ἰχθύων καὶ ἄλλων παντοδαπῶν ὄψων παρασκευὴν εἰσκυκλουμένην τύψας τῇ χειρὶ τὸ προσκεφάλαιον ἀνέκραγεν A 586. 61':'
τέτλαθι δή, πενίη, καὶ ἀνάσχεο μωρολογούντων:
ὄψων γὰρ πλῆθός σε δαμᾷ καὶ λιμὸς ἀτερπής.
ἐγὼ γὰρ ἤδη ὑπὸ τῆς ἐνδείας οὐ διθυράμβους φθέγγομαι κατὰ τὸν Σωκράτην Phaedr. p. 238',' ἀλλ᾽ ἤδη καὶ ἔπη: ‘λιμῶδεσ᾽ γὰρ ὄντως ῥαψῳδία᾽. κατὰ γὰρ Ἀμειψίαν, ὃς ἐν Σφενδόνῃ ἔφη I 675 K' 'περὶ σοῦ μαντευσάμενος, Λαρήνσιε,
κοὐδ᾽ εἷς σοὐστὶν τῶν πλουτούντων, μὰ τὸν Ἥφαιστον, προσόμοιος,
καλλιτράπεζος καὶ βουλόμενος λιπαρὸν ψωμὸν καταπίνειν.
ὁρῶ γὰρ θαῦμ᾽ ἄπιστον, ἰχθύων γένη
περὶ τὴν ἄκραν παίζοντα, κωβιούς, σπάρους,
ψήττας, ἐρυθίνους, κεστρέας, πέρκας, ὄνους,
θύννους, μελανούρους, σηπίας, αὐλωπίας,
τρίγλας, ἑλεδώνας, σκορπίους,
φησὶν Ἡνίοχος ἐν Πολυπράγμονι II 432 K':' δεῖ οὖν κἀμὲ κατὰ τὸν κωμικὸν Μεταγένην ἐπειπόντα I 709 K' '
εἷς οἰωνὸς ἄριστος, ἀμύνεσθαι περὶ δείπνου
τετλάναι.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: