previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ παρὰ Διφίλῳ ἐν τῷ Ζωγράφῳ καὶ πρὸς οὓς ἐκμισθοῦν αὑτὸν δεῖ διδάσκει λέγων οὕτως II 553 K':'
οὐ μὴ παραλάβω σ᾽ οὐθαμοῦ, Δράκων, ἐγὼ
ἐπ᾽ ἔργον, οὗ μὴ διατελεῖς τὴν ἡμέραν
τραπεζοποιῶν ἐν ἀγαθοῖς πολλοῖς χύδην.
οὐ γὰρ βαδίζω πρότερον ἂν μὴ δοκιμάσω
τίς ἐσθ᾽ θύων πόθεν συνίσταται
τὸ δεῖπνον κέκληκεν ἀνθρώπους τίνας.
ἔστιν δ᾽ ἁπάντων τῶν γενῶν μοι διαγραφή,
εἰς ποῖα μισθοῦν φυλάττεσθαί με δεῖ.
οἷον τὸ κατὰ τοὐμπόριον, εἰ βούλει, γένος.
ναύκληρος ἀποθύει τις εὐχήν, ἀποβαλὼν
τὸν ἱστὸν πηδάλια συντρίψας νεώς,
φορτί᾽ ἐξέρριψ᾽ ὑπέραντλος γενόμενος:
ἀφῆκα τὸν τοιοῦτον: οὐθὲν ἡδέως
ποιεῖ γὰρ οὗτος, ἀλλ᾽ ὅσον νόμου χάριν:
ὁμοῦ δὲ ταῖς σπονδαῖσι διαλογίζεται
τοῖς συμπλέουσιν ὁπόσον ἐπιβάλλει μέρος
τιθείς, τά θ᾽ αὑτοῦ σπλάγχν᾽ ἕκαστος ἐσθίει.
ἀλλ᾽ ἕτερος εἰσπέπλευκεν ἐκ Βυζαντίου
τριταῖος, ἀπαθής, εὐπορηκώς, περιχαρὴς
εἰς δέκ᾽ ἐπὶ τῇ μνᾷ γεγονέναι καὶ δώδεκα,
λαλῶν τὰ ναῦλα καὶ <τὰ> δάνει᾽ ἐρυγγάνων,
ἀφροδίσι᾽ ὑπὸ κόλλοψι μαστροποῖς ποιῶν,
ὑπὸ τοῦτον ὑπέμυξ᾽ εὐθὺς ἐκβεβηκότα,
τὴν δεξιὰν ἐνέβαλον, ἐμνήσθην Διὸς
Σωτῆρος, ἐμπέπηγα τῷ διακονεῖν.
τοιοῦτος τρόπος. μειράκιον ἐρῶν πάλιν
τὰ πατρῷα βρύκει καὶ σπαθᾷ: πορεύομαι.
ἀπὸ συμβολῶν συνάγοντα, νὴ Δί᾽, ἕτερά που
ἐνέβαλεν εἰς τὸν κέραμον ἐνευρημένα
τὰ κράσπεδ᾽ ἀποθλιβέντα καὶ κεκραγότα:
ὀψάριον ἀγοραῖον ποιεῖν τίς βούλεται;
ἐῶ βοᾶν: πληγὰς γὰρ ἔτι προσλαμβάνειν
ἐλθόντα καὶ τὴν νύχθ᾽ ὅλην διακονεῖν.
τὸ μισθάριον γὰρ ἂν ἀπαιτῇς, ‘ἀμίδα μοι
ἔνεγκε πρῶτον᾽ φησίν. ‘ὄξος φακῆ
οὐκ εἶχε.' πάλιν ᾔτησας: ‘οἰμώξει μακρὰ
πρῶτος μαγείρων᾽ φησίν. ἕτερα μυρία
τοιαῦτα καταλέξαιμ᾽ ἄν. οὗ δὲ νῦν σ᾽ ἄγω,
πορνεῖόν ἐστιν, πολυτελῶς Ἀδώνια
ἄγουσ᾽ ἑταίρα μεθ᾽ ἑτέρων πορνῶν: χύδην
σαυτὸν ἀποτάξεις τόν τε κόλπον ἀποτρέχων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: