previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὀψάριον δὲ τῶν μὲν ζώντων ἡμεῖς λέγομεν, ἀτὰρ καὶ Πλάτων ἐπὶ τοῦ ἰχθύος ἐν Πεισάνδρῳ I 627 K':'
ἤδη φαγών τι πώποθ᾽, οἷα γίνεται,
ὀψάριον ἔκαμες καὶ προσέστη τοῦτό σοι;
Β. ἔγωγε πέρυσι κάραβον φαγών.
Φερεκράτης Αὐτομόλοις I 153 K':'
τοὐψάριον τουτὶ παρέθηκέ τις ἡμῖν.
Φιλήμων Θησαυρῷ II 487 K':'
οὔκ ἐστ᾽ ἀληθὲς παραλογίσασθ᾽ οὐδ᾽ ἔχειν
ὀψάρια χρηστά.
Μένανδρος Καρχηδονίῳ IV 145 M':'
ἐπιθυμιάσας τῷ Βορέᾳ λιβανίδιον
ὀψάριον οὐδὲν ἔλαβον: ἑψήσω φακῆν.
καὶ ἐν Ἐφεσίῳ IV 125 M':'
ἐπ᾽ ἀρίστῳ λαβὼν
ὀψάριον.
εἶτ᾽ ἐπιφέρει:
τῶν ἰχθυοπωλῶν <ἀρτίως> τις τεττάρων
δραχμῶν ἐπώλει κωβιούς.
Ἀναξίλας Ὑακίνθῳ πορνοβοσκῷ II 273 K':'
ἐγὼ δ᾽ ἰὼν ὀψάριον ὑμῖν ἀγοράσω.
καὶ μετ᾽ ὀλίγα:
σκεύαζε, παῖ, τοὐψάριον ἡμῖν.
τὸ δὲ ἐν Ἀναγύρῳ Ἀριστοφάνους I 403 K':'
εἰ μὴ παραμυθῇ μ᾽ ὀψαρίοις ἑκάστοτε,
ἀντὶ τοῦ προσοψήμασιν ἀκούομεν. καὶ γὰρ Ἄλεξις ἐν Παννυχίδι περιθεὶς μαγείρῳ τὸν λόγον φησίν II 361 K':'
θερμοτέροις χαιρεοις αἰεὶ
τοῖς ὀψαρίοις τὸ μέσον κατωτέρω;
Β. κατωτέρω. Α. τί λέγεις σύ; ποδαπὸς οὑτοσὶ
ἅνθρωπος; οὐκ ἐπίστασαι ζῆν: ψυχρά σοι
ἅπαντα παραθῶ; Β. μηδαμῶς. Α. ζέοντα δέ;
Β. Ἄπολλον. Α. οὐκοῦν τὸ μέσον ἔστω. Β. δηλαδή.
Α. τοῦθ᾽ ἕτερος οὐδεὶς τῶν ὁμοτέχνων μου ποιεῖ.
Β. οὐκ οἴομ᾽ οὐδ᾽ ἄλλ᾽ οὐδὲν ὧν σὺ νῦν ποιεῖς.
Α. ἐγὼ δ᾽ ἐρῶ ... τοῖς γὰρ ἑστιωμένοις
τὸν καιρὸν ἀποδίδωμι τῆς συγκράσεως.
Β. σὺ πρὸς θεῶν ἔθυσας ... τὸν ἔριφον:
μὴ κόπτ᾽ ἔμ᾽, ἀλλὰ τὰ κρέα. Α. παῖδες, παράγετε:
ὀπτάνιον ἔστιν; Β. ἔστι. Α. καὶ κάπνην ἔχει;
Β. δηλονότι. Α. μή μοι δῆλον, ἀλλ᾽ ἔχει κάπνην;
Β. ἔχει. Α. κακόν, εἰ τύφουσαν. Β. ἀπολεῖ μ᾽ οὑτοσί.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: