previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Νίκανδρος δ᾽ Κολοφώνιος ἐν β# Γλωσσῶν fr. 120 Schn' 'βρένθιν λέγεσθαί φησι παρὰ Κυπρίοις θρίδακα, οὗ Ἄδωνις καταφυγὼν ὑπὸ τοῦ κάπρου διεφθάρη. Ἄμφις τε ἐν Ἰαλέμῳ φησίν II 241 K':'
ἐν ταῖς θριδακίναις ταῖς κάκιστ᾽ ἀπολουμέναις,
ἃς εἰ φάγοι τις ἐντὸς ἑξήκοντ᾽ ἐτῶν,
ὁπότε γυναικὸς λαμβάνοι κοινωνίαν,
στρέφοιθ᾽ ὅλην τὴν νύκτ᾽ ἂν οὐδὲ ἓν πλέον
ὧν βούλεται δρῶν, ἀντὶ τῆς ὑπουργίας
τῇ χειρὶ τρίβων τὴν ἀναγκαίαν τύχην.
καὶ Καλλίμαχος δέ φησιν fr. 371 Schn.' 'ὅτι Ἀφροδίτη τὸν Ἄδωνιν ἐν θριδακίνῃ κρύψειεν, ἀλληγορούντων τῶν ποιητῶν ὅτι ἀσθενεῖς εἰσι πρὸς ἀφροδίσια οἱ συνεχῶς χρώμενοι θρίδαξι. καὶ Εὔβουλος δ᾽ ἐν Ἀστύτοις φησί II 169 K':'
μὴ παρατίθει <σύ> μοι θριδακίνας, γύναι,
ἐπὶ τὴν τράπεζαν, σεαυτὴν αἰτιῶ.
ἐν τῷ λαχάνῳ τούτῳ γάρ, ὡς λόγος, ποτὲ
τὸν Ἄδωνιν ἀποθανόντα προὔθηκεν Κύπρις:
ὥστ᾽ ἐστὶ νεκύων βρῶμα.
Κρατῖνος δέ φησι I 110 K' 'Φάωνος ἐρασθεῖσαν τὴν Ἀφροδίτην ἐνκαλαῖς θριδακίναισ᾽ αὐτὸν ἀποκρύψαι, Μαρσύας δ᾽ νεώτερος scr. Al. M. p. 46' 'ἐν χλόῃ κριθῶν. Ἱππώνακτα δὲ fr. 135' 'τετρακίνην τὴν θρίδακα καλεῖν Πάμφιλος ἐν Γλώσσαις φησί, Κλείταρχος δὲ Φρύγας οὕτω καλεῖν. Λύκος δ᾽ Πυθαγόρειος τὴν ἐκ γενέσεώς φησι θρίδακα πλατύφυλλον τετανὴν ἄκαυλον ὑπὸ μὲν τῶν Πυθαγορείων λέγεσθαι εὐνοῦχον, ὑπὸ δὲ τῶν γυναικῶν ἀστύτιδα: διουρητικοὺς γὰρ παρασκευάζει καὶ ἐκλύτους πρὸς τὰ ἀφροδίσια: ἐστὶ δὲ κρατίστη ἐσθίεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: