previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἄλεξις δ᾽ ἐν Ἀσωτοδιδασκάλῳ, φησὶ Σωτίων Ἀλεξανδρεὺς ἐν τοῖς περὶ τῶν Τίμωνος σίλλων: ῾ἐγὼ γὰρ οὐκ ἀπήντησα τῷ δράματι: πλείονα τῆς μέσης καλουμένης κωμῳδίας ἀναγνοὺς δράματα τῶν ὀκτακοσίων καὶ τούτων ἐκλογὰς ποιησάμενος οὐ περιέτυχον τῷ Ἀσωτοδιδασκάλῳ, ἀλλ᾽ οὐδ᾽ ἀναγραφῆς ἀξιωθέν τινι σύνοιδα: οὔτε γὰρ Καλλίμαχος οὔτε Ἀριστοφάνης αὐτὸ ἀνέγραψαν, ἀλλ᾽ οὐδ᾽ οἱ τὰς ἐν Περγάμῳ ἀναγραφὰς ποιησάμενοἰ δὲ Σωτίων φησὶν ἐν τῷ δράματι Ξανθίαν τινὰ οἰκέτην πεποιῆσθαι προτρεπόμενον ἐπὶ ἡδυπάθειαν ὁμοδούλους ἑαυτοῦ καὶ λέγοντα II 306 K':'
τί ταῦτα ληρεῖς, φληναφῶν ἄνω κάτω
Λύκειον, Ἀκαδήμειαν, Ὠιδείου πύλας,
λήρους σοφιστῶν; οὐδὲ ἓν τούτων καλόν.
πίνωμεν, ἐμπίνωμεν, Σίκων, <Σίκων>,
χαίρωμεν, ἕως ἔνεστι τὴν ψυχὴν τρέφειν.
τύρβαζε, Μάνη: γαστρὸς οὐδὲν ἥδιον.
αὕτη πατήρ σοι καὶ πάλιν μήτηρ μόνη.
ἀρεταὶ δὲ πρεσβεῖαί τε καὶ στρατηγίαι
κόμποι κενὰ ψοφοῦντες ἀντ᾽ ὀνειράτων.
ψύξει σε δαίμων τῷ πεπρωμένῳ χρόνῳ:
ἕξεις δ᾽ ὅσ᾽ ἂν φάγῃς τε καὶ πίῃς μόνα:
σποδὸς δὲ τἄλλα, Περικλέης, Κόδρος, Κίμων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: