previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῷ δὲ ἀκρατέστερον Ὑπερείδης κέχρηται ἐν τῷ κατὰ Δημοσθένους p. 21 B2' 'γράφων οὕτως: ‘εἰ μέν τις ἀκρατέστερον ἔπιεν, ἐλύπει σέ.' τούτῳ ὅμοιόν ἐστι τὸἀνιηρέστερονOd. 2.190 καὶ τὸ ἐν Ἡλιάσιν Αἰσχύλου fr. 69' '‘ἀφθονέστερον λίβα.' καὶ Ἐπίχαρμος δὲ ἐν Πύρρᾳ p. 250 L' 'εὐωνέστερον ἔφη. καὶ ἐν τῷ κατὰ Δημάδου δὲ Ὑπερείδης εἴρηκε fr. 89 B' '‘ῥᾳδιεστέραν τὴν πόλιν.' τῷ δὲ κεραννύειν κέχρηται Πλάτων μὲν ἐν Φιλήβῳ p. 61 c':' ‘τοῖς δὴ θεοῖς, Πρώταρχε, εὐχόμενοι κεραννύωμεν.' καὶ Ἀλκαῖος ἐν Ἱερῷ γάμῳ I 759 K':' ‘κεραννύουσιν ἀφανίζουσί τε.' Ὑπερείδης Δηλιακῷ fr. 72 B':' ‘καὶ τὸν κρατῆρα τὸν Πανιώνιον κοινῇ οἱ Ἕλληνες κεραννύουσιν.' ᾠνοχόουν τε παρὰ τοῖς ἀρχαίοις οἱ εὐγενέστατοι παῖδες, ὡς τοῦ Μενελάου υἱός:

ᾠνοχόει δ᾽ υἱὸς Μενελάου κυδαλίμοιο.

καὶ Εὐριπίδης δ᾽ ποιητὴς ἐν παισὶν ᾠνοχόησε. Θεόφραστος γοῦν ἐν τῷ περὶ μέθης φησί fr. 119 W':' ‘πυνθάνομαι δ᾽ ἔγωγε καὶ Εὐριπίδην τὸν ποιητὴν οἰνοχοεῖν Ἀθήνησι τοῖς ὀρχησταῖς καλουμένοις. ὠρχοῦντο δὲ οὗτοι περὶ τὸν τοῦ Ἀπόλλωνος νεὼν τοῦ Δηλίου τῶν πρώτων ὄντες Ἀθηναίων καὶ ἐνεδύοντο ἱμάτια τῶν Θηραικῶν. δὲ Ἀπόλλων οὗτός ἐστιν τὰ Θαργήλια ἄγουσι, καὶ διασῴζεται Φλυῆσιν ἐν τῷ δαφνηφορείῳ γραφὴ περὶ τούτων.' τὰ αὐτὰ ἱστορεῖ καὶ Ἱερώνυμος Ῥόδιος Ἀριστοτέλους ὢν μαθητής, καὶ οὗτος ἐν τῷ περὶ μέθης. Σαπφώ τε καλὴ πολλαχοῦ Λάριχον τὸν ἀδελφὸν ἐπαινεῖ ὡς οἰνοχοοῦντα ἐν τῷ πρυτανείῳ τοῖς Μυτιληναίοις. καὶ παρὰ Ῥωμαίοις δὲ οἱ εὐγενέστατοι τῶν παίδων τὴν λειτουργίαν ταύτην ἐκτελοῦσιν ἐν ταῖς δημοτελέσι τῶν θυσιῶν, πάντα τοὺς Αἰολεῖς μιμούμενοι, ὡς καὶ κατὰ τοὺς τόνους τῆς φωνῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
hide References (2 total)
  • Cross-references from this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: