previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Διοκλῆς δ᾽ ἐν α# Ὑγιεινῶντὰ δὲ μαλάκια, φησί, πρὸς ἡδονὴν καὶ πρὸς τὰ ἀφροδίσια: μάλιστα δὲ οἱ πουλύποδες.' ἱστορεῖ δ᾽ Ἀριστοτέλης p. 317 R' 'τὸν πολύποδα ἔχειν πόδας ὀκτώ, ὧν τοὺς μὲν ἄνω δύο καὶ κάτω ἐλαχίστους, τοὺς δ᾽ ἐν μέσῳ μεγίστους: ἔχειν δὲ καὶ κοτυληδόνας δύο, αἷς τὴν τροφὴν προσάγεσθαι: τοὺς δ᾽ ὀφθαλμοὺς ἐπάνω τῶν δύο ποδῶν: τὸ δὲ στόμα καὶ τοὺς ὀδόντας ἐν μέσοις τοῖς ποσί. ἀναπτυχθεὶς δὲ ἐγκέφαλον ἔχει διμερῆ. ἔχει δὲ καὶ τὸν λεγόμενον θόλον, οὐ μέλανα καθάπερ σηπία ἀλλ᾽ ὑπέρυθρον, ἐν τῷ λεγομένῳ μήκωνι. δὲ μήκων κεῖται ἐπάνω τῆς κοιλίας οἱονεὶ κύστις. σπλάγχνον δ᾽ οὐκ ἔχει ἀναλογοῦν. τροφῇ δὲ χρῆται ἔστιν ὅτε καὶ τοῖς τῶν κογχυλίων σαρκιδίοις, τὰ ὄστρακα ἐκτὸς τῶν θαλαμῶν ῥίπτων: ὅθεν διαγινώσκουσιν οἱ θηρεύοντες. ὀχεύει δὲ συμπλεκόμενος καὶ πολὺν χρόνον πλησιάζει διὰ τὸ ἄναιμος εἶναι. τίκτει δὲ διὰ τοῦ λεγομένου φυσητῆρος, ὅς ἐστι πόρος τῷ σώματι. καὶ τίκτει ᾠὰ βοτρυδόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: