previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπαινεῖ Ἄμφις καὶ τὸν ἐξ Ἀκάνθου πόλεως οἶνον λέγων II 247 K':' ποδαπὸς εἶ; φράσον.
Β. Ἀκάνθιος. Α. εἶτα πρὸς θεῶν
οἴνου πολίτης ὢν κρατίστου στρυφνὸς εἶ
καὶ τοὔνομ᾽ αὐτὸ τῆς πατρίδος ἐν τοῖς τρόποις
ἔχεις, τὰ δ᾽ ἤδη τῶν πολιτῶν οὐκ ἔχεις;
Κορινθίου οἴνου Ἄλεξις μνημονεύει ὡς σκληροῦ II 401 K':'
οἶνος ξενικὸς παρῆν: γὰρ Κορίνθιος
βασανισμός ἐστι.
καὶ Εὐβοικοῦ δέ p. 403':' ‘πολὺν πιὼν Εὐβοικὸν οἶνον.' Ἀρχίλοχος τὸν Νάξιον τῷ νέκταρι παραβάλλει fr. 151 B4':' ὃς καί πού φησιν fr. 2':'
ἐν δορὶ μέν <μοι> μᾶζα μεμαγμένη, ἐν δορὶ δ᾽ οἶνος
Ἰσμαρικός: πίνω δ᾽ ἐν δορὶ κεκλιμένος.
Στράττις δὲ τὸν Σκιάθιον ἐπαινεῖ I 729 K':'
οἶνος κοχύζει τοῖς ὁδοιπόροις πιεῖν
μέλας Σκιάθιος, ἴσον ἴσῳ κεκραμένος.
Ἀχαιὸς δὲ τὸν Βίβλινον p. 586 N':' ‘ἐδεξιοῦτο Βιβλίνου μέθης ἐκπώματι.' ἐκαλεῖτο δ᾽ οὕτως ἀπό τινος χωρίου οὕτω προσαγορευομένου. φησὶ δὲ Φιλύλλιος I 787 K' 'ὅτι
παρέξω Λέσβιον, Χῖον σαπρόν,
Θάσιον, Βίβλινον, Μενδαῖον, ὥστε μηδένα κραιπαλᾶν.
Ἐπίχαρμος δὲ ἀπό τινων ὀρῶν Βιβλίνων φησὶν αὐτὸν ὠνομάσθαι. Ἀρμενίδας δὲ τῆς Θρᾴκης φησὶν εἶναι χώραν τὴν Βιβλίαν, ἣν Ἀντισάρην καὶ Οἰσύμην προσαγορευθῆναι. ἐπιεικῶς δὲ Θρᾴκη ἐθαυμάζετο ὡς ἡδύοινος, καὶ συνόλως τὰ ἀπὸ πλησίον αὐτῆς χωρία:
νῆες δ᾽ ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι H 467'.'
Ἵππυς δ᾽ Ῥηγῖνος τὴν εἰλεὸν καλουμένην ἄμπελον βιβλίαν φησὶ καλεῖσθαι, ἣν Πόλλιν τὸν Ἀργεῖον, ὃς ἐβασίλευσε Συρακουσίων, πρῶτον εἰς Συρακούσας κομίσαι ἐξ Ἰταλίας. εἴη ἂν οὖν παρὰ Σικελιώταις γλυκὺς καλούμενος Πόλλιος Βίβλινος οἶνος.

χρησμός. ἐν τῷ χρησμῷ, φησίν, θεὸς ηὐτομάτισε:

πῖν᾽ οἶνον τρυγίαν, ἐπεὶ οὐκ Ἀνθηδόνα ναίεις
οὐδ᾽ ἱερὰν Ὑπέραν, ὅθι γ᾽ ἄτρυγον οἶνον ἔπινες.
ὠνομάζετο δὲ παρὰ Τροιζηνίοις, ὥς φησιν Ἀριστοτέλης ἐν τῇ αὐτῶν πολιτείᾳ fr. 546 R',' ἄμπελος Ἀνθηδονιὰς καὶ Ὑπερειὰς ἀπὸ Ἄνθου τινὸς καὶ Ὑπέρου, ὡς καὶ Ἀλθηφιὰς ἀπὸ Ἀλθηφίου τινός, ἑνὸς τῶν Ἀλφειοῦ ἀπογόνων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: