Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ΚΟΧΛΙΑΣ. Φιλύλλιος ῾I 787 K':'
οὔκ εἰμι τέττιξ οὐδὲ κοχλίας, ὦ γύναι.
καὶ πάλιν ῾p. 788':'
μαινίδες ....., σκόμβροι, κοχλίαι, κορακῖνοι.
Ἡσίοδος δὲ ῾op. 569' '
τὸν κοχλίαν φερέοικον καλεῖ.
καὶ Ἀναξίλας δέ ῾II 274 K':'
ἀπιστότερος εἶ τῶν κοχλιῶν πολλῷ πάνυ,
οἳ περιφέρουσ᾽ ὑπ᾽ ἀπιστίας τὰς οἰκίας.
Ἀχαιός ῾p. 587 N':'
ἦ τοσούσδ᾽ Αἴτνη τρέφει
κοχλίας κεράστας.
προβάλλεται δὲ κἀν τοῖς συμποσίοις γρίφου τάξιν ἔχον
περὶ τῶν κοχλιῶν οὕτως:
ὑλογενής, ἀνάκανθος, ἀναίματος, ὑγροκέλευθος.
Ἀριστοτέλης δὲ ἐν ε#
περὶ ζῴων μορίων φησίν ῾h. a.
V p. 544 a 23':' ‘
οἱ κοχλίαι φαίνονται κύοντες ἐν τῷ
μετοπώρῳ καὶ τοῦ ἔαρος:
μόνοι τε ῾gen. an. III p. 762
a 32' '
οὗτοι τῶν ὀστρακοδέρμων συνδυαζόμενοι ὤφθησαν.'
Θεόφραστος δὲ ἐν τῷ περὶ φωλευόντων
῾fr. 176 W' '‘
οἱ κοχλίαι,
φησί,
φωλεύουσι μὲν καὶ τοῦ
χειμῶνος,
μᾶλλον δὲ τοῦ θέρους.
διὸ καὶ πλεῖστοι
φαίνονται τοῖς μετοπωρινοῖς ὕδασιν.
ἡ δὲ φωλεία
τοῦ θέρους καὶ ἐπὶ τῆς γῆς καὶ ἐπὶ τῶν δένδρων.'
λέγονται δέ τινες τῶν κοχλιῶν καὶ σέσιλοι.
Ἐπίχαρμος ῾p. 281 L':'
τούτων ἁπάντων ἀκρίδας ἀνταλλάσσομαι,
κόγχων δὲ τὸν σέσιλον. Β. ἄπαγ᾽ ἐς τὸν φθόρον.
Ἀπολλᾶς δὲ Λακεδαιμονίους φησὶ σέμελον τὸν
κοχλίαν λέγειν.
Ἀπολλόδωρος δὲ ἐν β#
ἐτυμολογιῶν
τῶν κοχλιῶν φησί τινας καλεῖσθαι κωλυσιδείπνους.