ὁ δεσπότης δὲ πάντα τὰ παρὰ τοῦ πατρὸςἌλεξις δὲ ἐν Στρατιώτῃ ῾II 373 K':'
ἀπέλαβεν ὥσπερ ἔλαβεν. Β. ἠγάπησεν ἂν
τὸ ῥῆμα τοῦτο παραλαβὼν Δημοσθένης.
ἀπόλαβεκαὶ ἐν Ἀδελφοῖς ῾II 299 K':'
τουτί. Β. τί τοῦτο δ᾽ ἐστίν; Α. ὃ παρ᾽ ὑμῶν ἐγὼ
παιδάριον ἔλαβον ἀποφέρων ἥκω πάλιν.
Β. πῶς; οὐκ ἀρέσκει σοι τρέφειν; Α. οὐκ ἔστι γὰρ
ἡμέτερον. Β. οὐδ᾽ ἡμέτερον. Α. ἀλλ᾽ ἐδώκατε
ὑμεῖς ἐμοὶ τοῦτ᾽. Β. οὐδ᾽ ἐδώκαμεν. Α. τί δαί;
Β. ἀπεδώκαμεν. Α. τὸ μὴ προσῆκόν μοι λαβεῖν;
ἐγὼ δέδωκα γὰρ τί ταύταις; εἰπέ μοι.Ἀναξίλας δὲ ἐν Εὐανδρίᾳ ῾II 265 K':'
Β. οὐκ, ἀλλ᾽ ἀπέδωκας ἐνέχυρον δήπου λαβών.
καὶ τὰς παλαίστρας δώσω. Β. μὰ τὴν γῆν, μὴ σύ γεΤιμοκλῆς δ᾽ ἐν Ἥρωσιν ῾II 457 K':'
δῷς, ἀλλ᾽ ἀπόδος. Α. καὶ δὴ φέρουσ᾽ ἐξέρχομαι.
οὐκοῦν κελεύεις νῦν με πάντα μᾶλλον ἢκατὰ τοὺς οὖν προειρημένους ποιητὰς καὶ αὐτοὶ τὰ ἑπόμενα τοῖς προειρημένοις ἀποδιδόντες καὶ οὐ διδόντες τὰ ἀκόλουθα λέξομεν.
τὰ προσόντα φράζειν. Β. πάνυγε. Α. δράσω τοῦτό σοι.
καὶ πρῶτα μέν σοι παύσεται Δημοσθένης
ὀργιζόμενος. Β. ὁ ποῖος ὁ Βριάρεως;
Α. ὁ τοὺς καταπέλτας τάς τε λόγχας ἐσθίων,
μισῶν λόγους ἄνθρωπος οὐδὲ πώποτε
ἀντίθετον εἰπὼν οὐδέν, ἀλλ᾽ Ἄρη βλέπων.