previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

κατὰ δὲ τὸ εἰκὸς οἳ μὲν δακρύουσιν, δ᾽ Ἑλένη Διὸς οὖσα θυγάτηρ καὶ παρὰ τῶν ἐν Αἰγύπτῳ σοφῶν μεμαθηκυῖα πολλοὺς λόγους εἰς τὸν οἶνον ἐμβάλλει πανακὲς τῷ ὄντι φάρμακον καὶ ἄρχεται διηγεῖσθαι τὰ περὶ τοῦ Ὀδυσσέως μεταξὺ ταλασιουργίας ἁπτομένη, οὐ δι᾽ ἀρέσκειαν τοῦτο πράττουσα, ἀλλ᾽ οἴκοθεν ἔχουσα τὴν τοιαύτην αἵρεσιν. γοῦν Ἀφροδίτη ἐρχομένη πρὸς αὐτὴν μετὰ τὸ μονομάχιον εἰκάζεται:

γρηὶ δέ μιν εἰκυῖα παλαιγενέι προσέειπεν
εἰροκόμῳ, οἱ Λακεδαίμονι ναιεταούσῃ
ἤσκειν εἴρια καλά.

ἐμφανίζεται δ᾽ αὐτῆς οὐ παρέργως τὸ φίλεργον κἀκ τούτων:

τῇ δ᾽ ἄρ᾽ ἅμ᾽ Ἀδρήστη κλισίην εὔτυκτον ἔθηκεν:
Ἀλκίππη δὲ τάπητα φέρεν μαλακοῦ ἐρίοιο,
Φυλὼ δ᾽ ἀργύρεον τάλαρον φέρε, τόν οἱ ἔδωκεν
Ἀλκάνδρη, Πολύβοιο δάμαρ.
τόν ῥά οἱ ἀμφίπολος Φυλὼ παρέθηκε φέρουσα
νήματος ἀσκητοῖο βεβυσμένον: αὐτὰρ ἐν αὐτῷ
ἠλακάτη τετάνυστο ἰοδνεφὲς εἶρος ἔχουσα.

ἔοικε δὲ καὶ αὐτὴ τὴν ἑαυτῆς καλλιτεχνίαν συνορᾶν. τῷ γοῦν Τηλεμάχῳ πέπλον τινὰ δωρουμένη φησί:

δῶρόν τοι καὶ ἐγώ, τέκνον φίλε, τοῦτο δίδωμι,
μνῆμ᾽ Ἑλένης χειρῶν, πολυηράτου ἐς γάμου ὥρην,
σῇ δ᾽ ἀλόχῳ φορέειν.

αὕτη δ᾽ φιλεργία τὴν σωφροσύνην αὐτῆς καταμηνύει: οὐ χλιδῶσα γὰρ οὐδὲ θρυπτομένη διὰ τὸ κάλλος εἰσάγεται. εὑρίσκεται γοῦν περὶ ἱστὸν ὑφαίνουσα καὶ ποικίλλουσα:

τὴν δ᾽ εὗρ᾽ ἐν μεγάρῳ: δὲ μέγαν ἱστὸν ὕφαινε,
δίπλακα μαρμαρέην: πολέας δ᾽ ἐνέπασσεν ἀέθλους
Τρώων θ᾽ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
οὓς ἕθεν εἵνεκ᾽ ἔπασχον ὑπ᾽ Ἄρηος παλαμάων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (4 total)
  • Cross-references from this page (4):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: