previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Κλέαρχος δὲ περὶ τοῦ Περσῶν βασιλέως διηγούμενος FHG II 305' 'ὅτιτοῖς αὐτῷ πορίσασιν ἡδύ τι βρῶμα ἆθλα ἐτίθει ... νοῦν οὐκ ἔχων: τοῦτο γάρ ἐστιν λεγόμενος, οἶμαι, Διὸς ἅμα καὶ βασιλέως ἐγκέφαλος: ὅθεν πάντων εὐδαιμονέστατος Σαρδανάπαλλος, παρ᾽ ὅλον τὸν βίον τιμήσας τὰς ἀπολαύσεις, καὶ τελευτήσας δείκνυσιν ἐν τῷ τοῦ μνήματος τύπῳ τοῖς δακτύλοις οἵου καταγέλωτός ἐστιν ἄξια τὰ τῶν ἀνθρώπων πράγματα, οὐκ ἄξια ὄντα ψόφου δακτύλων, ὃν πεποίηται ποιούμενος δὶς ἐν χορῷ περὶ τὰ λοιπὰ σπουδή. φαίνεται οὖν οὐκ ἄπρακτος γενόμενος Σαρδανάπαλλος: καὶ γὰρ ἐπιγέγραπται αὐτοῦ τῷ μνήματι: ‘Σαρδανάπαλλος Ἀνακυνδαράξεω Ἀγχιάλην ἔδειμε καὶ Ταρσὸν μιῇ ἡμέρῃ, ἀλλὰ νῦν τέθνηκεν.' Ἀμύντας δὲ ἐν τρίτῳ Σταθμῶν scr. Al. M. p. 136' 'ἐν τῇ Νίνῳ φησὶν εἶναι χῶμα ὑψηλόν, ὅπερ κατασπάσαι Κῦρον ἐν τῇ πολιορκίᾳ ἀντιχωννύντα τῇ πόλει. λέγεσθαι δὲ τὸ χῶμα τοῦτ᾽ εἶναι Σαρδαναπάλλου τοῦ βασιλεύσαντος Νίνου, ἐφ᾽ οὗ καὶ ἐπιγεγράφθαι ἐν στήλῃ λιθίνῃ Χαλδαικοῖς γράμμασιν μετενεγκεῖν Χοιρίλον epic. I 309 Ki' 'ἔμμετρον ποιήσαντα. εἶναι δὲ τοῦτο: ‘ἐγὼ δὲ ἐβασίλευσα καὶ ἄχρι ἑώρων τοῦ ἡλίου <τὸ> φῶς, ἔπιον, ἔφαγον, ἠφροδισίασα, εἰδὼς τόν τε χρόνον ὄντα βραχὺν ὃν ζῶσιν οἱ ἄνθρωποι καὶ τοῦτον πολλὰς ἔχοντα μεταβολὰς καὶ καποπαθείας, καὶ ὧν ἂν καταλίπω ἀγαθῶν ἄλλοι ἕξουσι τὰς ἀπολαύσεις. διὸ κἀγὼ ἡμέραν οὐδεμίαν παρέλιπον τοῦτο ποιῶν.' Κλείταρχος δ᾽ ἐν τῇ τετάρτῃ τῶν περὶ Ἀλέξανδρον fr. 2 M' 'γήρᾳ τελευτῆσαί φησιν Σαρδανάπαλλον μετὰ τὴν ἀπόπτωσιν τῆς Σύρων ἀρχῆς. Ἀριστόβουλος δ᾽ fr. 6' '‘ἐν Ἀγχιάλῃ, ἣν ἐδείματο, φησί, Σαρδανάπαλλος, Ἀλέξανδρος ἀναβαίνων εἰς Πέρσας κατεστρατοπεδεύσατο. καὶ ἦν οὐ πόρρω τὸ τοῦ Σαρδαναπάλλου μνημεῖον, ἐφ᾽ οὗ ἑστάναι τύπον λίθινον συμβεβληκότα τῆς δεξιᾶς χειρὸς τοὺς δακτύλους, ὡς ἂν ἀποκροτοῦντα. ἐπιγεγράφθαι δ᾽ αὐτῷ Ἀσσυρίοις γράμμασι: ‘Σαρδανάπαλλος Ἀνακυνδαράξεω παῖς Ἀγχιάλην καὶ Ταρσὸν ἔδειμεν ἡμέρῃ μιῇ. ἔσθιε, πῖνε, παῖζε: ὡς τἄλλα τούτου οὐκ ἄξια,' τοῦ ἀποκροτήματος ἔοικε λέγειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: