previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἐπιτελουμένου δὲ ἤδη τοῦ δείπνου τῶν Φαγησίων ἑορτὴν συντελεῖσθαι νομίσαντες οἱ κυνικοὶ πάντων μᾶλλον ηὐφραίνοντο. καὶ Κύνουλκος ἔφηἕως ἡμεῖς δειπνοῦμεν, Οὐλπιανέ, ῾λόγοις γὰρ ἑστιᾆ προβάλλω σοι παρὰ τίνι εἴρηται Φαγήσια ἑορτὴ καὶ Φαγησιπόσια.' καὶ ὃς ἀπορηθεὶς ἐπισχεῖν τε κελεύσας τοὺς παῖδας τὴν περιφορὰν καίτοι ἤδη οὔσης ἑσπέρας: ‘οὐ συμπεριφέρομαι, σοφώτατε: ὥστε λέγειν σοὶ καιρός, ἵνα μᾶλλον καὶ δειπνήσῃς ἥδιον.' καὶ ὃςεἰ χάριν ὁμολογήσεις μαθών, λέξω.' ὁμολογήσαντος δ᾽ ἔφη: ‘Κλέαρχος Ἀριστοτέλους μαθητής, Σολεὺς δὲ τὸ γένος, ἐν τῷ προτέρῳ περὶ γρίφων ῾κρατῶ γὰρ καὶ τῆς λέξεως διὰ τὸ σφόδρα μοι εἶναι προσφιλἦ οὑτωσί πως εἴρηκε FHG II 321':' ‘φαγήσια, οἳ δὲ φαγησιπόσια προσαγορεύουσι τὴν ἑορτήν: ἐξέλιπε δὲ αὕτη, καθάπερ τῶν ῥαψῳδῶν ἣν ἦγον ... καὶ τὴν τῶν Διονυσίων: ἐν παριόντες ἑκάστῳ τῶν θεῶν οἷον τιμὴν ἐπετέλουν τὴν ῥαψῳδίαν.' ταῦτ᾽ εἶπεν Κλέαρχος. εἰ δ᾽ ἀπιστεῖς, ἑταῖρε, καὶ τὸ βιβλίον κεκτημένος οὐ φθονήσω σοι: ἀφ᾽ οὗ πολλὰ ἐκμαθὼν εὐπορήσεις προβλημάτων: καὶ γὰρ Καλλίαν ἱστορεῖ τὸν Ἀθηναῖον γραμματικὴν συνθεῖναι τραγῳδίαν, ἀφ᾽ ἧς ποιῆσαι τὰ μέλη καὶ τὴν διάθεσιν Εὐριπίδην ἐν Μηδείᾳ καὶ Σοφοκλέα τὸν Οἰδίπουν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: