previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΒΟΤΡΥΣ δὲ ὅτι μὲν κοινὸν δῆλον. σταφυλῆς δὲ μέμνηται, καίτοι δοκοῦντος τοῦ ὀνόματος Ἀσιαγενοῦς εἶναι, Κράτης ἐν δευτέρῳ Ἀττικῆς Διαλέκτου p. 65 W',' ἐν τοῖς Ὕμνοις τοῖς ἀρχαίοις φάσκων ἀντὶ τοῦ βότρυος τὴν σταφυλὴν κεῖσθαι διὰ τούτων:
αὐτῇσι σταφυλῇσι μελαίνῃσιν κομόωντες.
ὅτι δὲ καὶ παρ᾽ Ὁμήρῳ ἐστὶν Il. 18.561 al' 'παντὶ δῆλον Πλάτων δὲ ἐν ὀγδόῳ Νόμων καὶ βότρυς καὶ σταφυλὰς ὀνομάζει διὰ τούτων p. 844d':' ‘ὃς ἂν ἀγροίκου ὀπώρας γεύσηται, βοτρύων εἴτε καὶ σύκων, πρὶν ἐλθεῖν τὴν ὥραν τὴν τοῦ τρυγᾶν ἀρκτούρῳ σύνδρομον, εἴτ᾽ ἐν τοῖς αὑτοῦ χωρίοις εἴτε καὶ ἐν ἄλλων, ἱερὰς μὲν <ν#> ὀφειλέτω τῷ Διονύσῳ δραχμάς, ἐὰν ἐκ τῶν αὑτοῦ δρέπῃ, ἐὰν δ᾽ ἐκ τῶν γειτόνων, μνᾶν, ἐὰν δ᾽ ἐξ ἄλλων, δύο μέρη τῆς μνᾶς. ὃς δ᾽ ἂν τὴν γενναίαν νῦν λεγομένην σταφυλὴν <> τὰ γενναῖα σῦκα ἐπονομαζόμενα ὀπωρίζειν βούληται, ἐὰν μὲν ἐκ τῶν οἰκείων λαμβάνῃ, ὅπως ἂν ἐθέλῃ καὶ ὁπόταν βούληται καρπούσθω, ἐὰν δ᾽ ἐξ ἄλλων μὴ πείσας, ἑπομένως τῷ νόμῳ τῷμὴ κινεῖν τι μὴ κατέθετο᾽, ἐκείνως αἰεὶ ζημιούσθω.' ταῦτα μὲν θεῖος Πλάτων: ἐγὼ δὲ πάλιν ζητῶ τίς γενναία σταφυλὴ καὶ τίνα τὰ γενναῖα σῦκα. ὥρα οὖν ὑμῖν ζητεῖν, ἕως ἐγὼ περὶ τῶν ἑξῆς παρακειμένων διεξέλθω.' καὶ Μασσούριος ἔφη:
μηδ᾽ ἀναβάλλεσθαι ἔς τ᾽ αὔριον ἔς τ᾽ ἔννηφι Hes. op. 410'.'
γενναῖα λέγει τὰ εὐγενῆ φιλόσοφος, ὡς καὶ Ἀρχίλοχος fr. 107 B4':'
πάρελθε, γενναῖος γὰρ εἶς.
τὰ ἐπιγεγεννημένα οἷον τὰ ἐπεμβεβλημένα. γὰρ Ἀριστοτέλης fr. 247' 'καὶ ἐπεμβολάδας ἀπίους ὀνομάζει τὰς ἐγκεκεντρισμένας.' ..... Δημοσθένης ἐν τῷ ὑπὲρ Κτησιφῶντος 262':' ‘σῦκα καὶ βότρυς καὶ ἐλαίας συλλέγων.' Ξενοφῶν ἐν Οἰκονομικῷ 19, 19':' ‘ὑπὸ τοῦ ἡλίου γλυκαίνεσθαι τὰς σταφυλάς.' οἴδασιν δὲ οἱ πρὸ ἡμῶν καὶ τοὺς ἐν οἴνῳ συντιθεμένους βότρυς. Εὔβουλος γοῦν ἐν Κατακολλωμένῳ φησίν II 181 K':'
ἀλλὰ παραλαβὼν ἀκράτῳ κροῦε καὶ δίδου πυκνὰς
καὶ βότρυς τρώγειν ἀνάγκαζ᾽ αὐτὸν ἐξ οἴνου συχνούς.
δὲ τὸν Χείρωνα πεποιηκὼς τὸν εἰς Φερεκράτην ἀναφερόμενόν φησιν I 191 K':'
ἀμυγδάλας καὶ μῆλα καὶ μιμαίκυλα
καὶ μύρτα καὶ σέλινα κἀξ οἴνου βότρυς
καὶ μυελόν.
ὅτι δ᾽ ἐν ταῖς Ἀθήναις διηνεκεῖς ἦσαν αἱ ὀπῶραι πᾶσαι, μαρτυρεῖ Ἀριστοφάνης ἐν Ὥραις ib. 536'.' τί οὖν παράδοξον ἱστορεῖν δοκεῖ Ἀέθλιος Σάμιος ἐν πέμπτῳ Σαμίων Ὥρων λέγων FHG IV 287':' ‘σῦκον καὶ σταφυλὴ καὶ ὁμομηλὶς καὶ μῆλα καὶ ῥόδα δὶς τοῦ ἐνιαυτοῦ ἐγίνετο᾽ Λυγκεὺς δ᾽ ἐν τῇ πρὸς Διαγόραν Ἐπιστολῇ ἐπαινῶν τὸν κατὰ τὴν Ἀττικὴν γινόμενον Νικοστράτειον βότρυν καὶ ἀντιτιθεὶς αὐτῷ τοὺς Ῥοδιακούς φησιν: ‘τῷ δ᾽ ἐκεῖ καλουμένῳ βότρυι Νικοστρατείῳ τὸν Ἱππώνειον ἀντεκτρέφουσι βότρυν, ὃς ἀπὸ Ἑκατομβαιῶνος μηνὸς ὥσπερ ἀγαθὸς οἰκέτης διαμένει τὴν αὐτὴν ἔχων εὔνοιαν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (1 total)
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: