previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΘΥΝΝΟΣ. τοῦτόν φησιν Ἀριστοτέλης h. an. 598 a b' 'εἰσπλεῖν εἰς τὸν Πόντον ἐχόμενον τῆς γῆς: ἐν τῷ δεξιῷ ὀφθαλμῷ βλέπειν, τῷ γὰρ εὐωνύμῳ ἀμβλυωπεῖν. ἔχει δ᾽ ὑπὸ τὰ πτερύγια τὸν λεγόμενον οἶστρον. χαίρει δὲ ἀλέᾳ: διὸ καὶ πρὸς τὴν ἄμμον πρόσεισι. γίνεται δὲ ἐδώδιμος ὅταν τοῦ οἴστρου παύσηται. μίσγεται δὲ μετὰ τὴν φωλείαν, ὥς φησι Θεόφραστος, καὶ ἕως μὲν ἂν ἔχῃ μικρὰ τὰ κυήματα, δυσάλωτος, ὅταν δὲ μείζω γένηται, διὰ τὸν οἶστρον ἁλίσκεται. φωλεύει δὲ θύννος καίτοι πολυαίματος ὤν. Ἀρχέστρατος δέ φησιν fr. 21 R':'
ἀμφὶ δὲ τὴν ἱεράν τε καὶ εὐρύχορον Σάμον ὄψῃ
θύννον ἁλισκόμενον σπουδῇ μέγαν, ὃν καλέουσιν
ὄρκυν, ἄλλοτε δ᾽ αὖ κῆτος. τούτου δὲ θεοῖς χρὴ
ὀψωνεῖν πρέπει ταχέως καὶ μὴ περὶ τιμῆς ...
ἐστὶ δὲ γενναῖος Βυζαντίῳ ἔν τε Καρύστῳ:
ἐν Σικελῶν δὲ κλυτῇ νήσῳ Κεφαλοιδὶς ἀμείνους
πολλῷ τῶνδε τρέφει θύννους καὶ Τυνδαρὶς ἀκτή.
ἂν δέ ποτ᾽ Ἰταλίας ἱερᾶς Ἱππώνιον ἔλθῃς
ἑρπετὸν εἰς ὕδατος στεφάνους, πολὺ δὴ, πολὺ πάντων
ἐνταῦθ᾽ εἰσὶν ἄριστοι ἔχουσί τε τέρματα νίκης.
οἱ δ᾽ ἐπὶ τῶνδε τόπων πεπλανημένοι εἰσὶν ἐκεῖθεν
πολλὰ περάσαντες πελάγη βρυχίου διὰ πόντου:
ὥστ᾽ αὐτοὺς ἡμεῖς θηρεύομεν ὄντας ἀώρους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: