previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ μελλόντων ἤδη δειπνεῖν ἐπισχεῖν ἐκέλευσεν Δάφνος, ἐπειπὼν τὸ ἐκ Μαμμακύθου Αὐρῶν Μεταγένους ἰαμβεῖον I 705 K':'
ὥσπερ ἐπειδὰν δειπνῶμέν που, τότε πλεῖστα λαλοῦμεν
ἅπαντες.
κἀγώ φημι ἐνδεῶς εἰρῆσθαι τὸν περὶ ἰχθύων λόγον, πολλὰ εἰρηκότων καὶ Ἀσκληπιαδῶν παίδων, Φυλοτίμου λέγω ἐν τοῖς περὶ τροφῆς καὶ Μνησιθέου τοῦ Ἀθηναίου, ἔτι δὲ Διφίλου τοῦ Σιφνίου. οὗτος γὰρ ἐν τῷ ἐπιγραφομένῳ περὶ τῶν προσφερομένων τοῖς νοσοῦσι καὶ τοῖς ὑγιαίνουσί φησιν ὅτι τῶν θαλασσίων ἰχθύων οἱ μὲν πετραῖοί εἰσιν εὔφθαρτοι, εὔχυλοι, σμηκτικοί, κοῦφοι, ὀλιγότροφοι, οἱ δὲ πελάγιοι δυσφθαρτότεροι, πολύτροφοι, δυσοικονόμητοι. καὶ τῶν πετραίων φύκης καὶ φυκίς, ἁπαλώτατα ἰχθύδια ὄντα, ἄβρωμα καὶ εὔφθαρτά ἐστιν, δὲ πέρκη τούτοις προσεοικυῖα κατὰ τόπους ὀλίγῳ διαλλάττει. οἱ δὲ κωβιοὶ ἀναλογοῦσι τῇ πέρκῃ: ὧν οἱ μικροὶ καὶ οἱ λευκοὶ ἁπαλοί εἰσιν, ἄβρωμοι, εὔχυλοι, εὔπεπτοι: οἱ δὲ χλωροὶ ῾καλοῦνται δὲ καυλίναἰ ξηροί εἰσι καὶ ἀλιπεῖς. αἱ δὲ χάνναι ἁπαλόσαρκοι, σκληρότεραι δὲ τῆς πέρκης. δὲ σκάρος ἁπαλόσαρκος, ψαθυρός, γλυκύς, κοῦφος, εὔπεπτος, εὐανάδοτος, εὐκοίλιος. τούτων δὲ πρόσφατος ὕποπτος, ἐπειδὴ τοὺς θαλαττίους λαγὼς θηρεύοντες σιτοῦνται: διὸ καὶ τὰ ἐντὸς χολέρας ποιητικὰ ἔχει. δὲ καλουμένη κηρὶς ἁπαλόσαρκος, εὐκοίλιος, εὐστόμαχος: δὲ χυλὸς αὐτῆς παχύνει καὶ σμήχει. ὀρφὸς ὀρφὼς εὔχυλος, πολύχυλος, γλίσχρος, δύσφθαρτος, πολύτροφος, οὐρητικός: τὰ δὲ πρὸς τῇ κεφαλῇ αὐτοῦ γλίσχρα, εὔπεπτα, τὰ δὲ σαρκώδη δύσπεπτα, βαρύτερα: ἁπαλώτερον δὲ τὸ οὐραῖον: φλέγματος δ᾽ ἐστὶ δραστικὸς ἰχθὺς καὶ δύσπεπτος. αἱ δὲ σφύραιναι τῶν γόγγρων εἰσὶ τροφιμώτεραι. δὲ λιμναία ἔγχελυς τῆς θαλασσίας ἐστὶν εὐστομωτέρα καὶ πολυτροφωτέρα. τῷ δὲ μελανούρῳ ἀναλογεῖ χρύσοφρυς. σκορπίοι δὲ οἱ πελάγιοι καὶ κιρροὶ τροφιμώτεροι τῶν τεναγωδῶν τῶν ἐν τοῖς αἰγιαλοῖς τῶν μεγάλων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: