previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοσαύτη δ᾽ ἦν τῶν παλαιοτέρων τρυφὴ περὶ τὰς πολυτελείας ὥστε μὴ μόνον οἰνοχόους ἔχειν, ἀλλὰ καὶ οἰνόπτας. ἀρχὴ γοῦν ἐστιν οἱ οἰνόπται παρὰ Ἀθηναίοις, ἧς μνημονεύει ἐν ταῖς Πόλεσιν Εὔπολις ἐν τούτοις I 314 K':'
οὓς δ᾽ οὐκ ἂν εἵλεσθ᾽ οὐδ᾽ ἂν οἰνόπτας πρὸ τοῦ,
νυνὶ στρατηγοὺς ..... πόλις, πόλις,
ὡς εὐτυχὴς εἶ μᾶλλον καλῶς φρονεῖς.
οἱ δὲ οἰνόπται οὗτοι ἐφεώρων τὰ ἐν τοῖς δείπνοις, εἰ κατ᾽ ἴσον πίνουσιν οἱ συνόντες. καὶ ἦν ἀρχὴ εὐτελής, ὡς ῥήτωρ φησὶ Φιλῖνος ἐν τῇ Κροκωνιδῶν διαδικασίᾳ II 319 Tur':' καὶ ὅτι τρεῖς ἦσαν οἱ οἰνόπται, οἵτινες καὶ παρεῖχον τοῖς δειπνοῦσι λύχνους καὶ θρυαλλίδας. ἐκάλουν δέ τινες τούτους καὶ ὀφθαλμούς. παρὰ δὲ Ἐφεσίοις οἱ οἰνοχοοῦντες ᾔθεοι τῇ τοῦ Ποσειδῶνος ἑορτῇ ταῦροι ἐκαλοῦντο, ὡς Ἀμερίας φησί. Ἑλλησπόντιοι δ᾽ ἐπεγχύτην ὀνομάζουσι τὸν οἰνοχόον καὶ τὴν κρεανομίαν κρεωδαισίαν, ὥς φησι Δημήτριος Σκήψιος ἐν ἕκτῳ καὶ εἰκοστῷ τοῦ Τρωικοῦ διακόσμου fr. 16 Gaede'.' τοῖς δὲ θεοῖς οἰνοχοοῦσάν τινες ἱστοροῦσι τὴν Ἁρμονίαν, ὡς Καπίτων ἱστορεῖ ἐποποιός, Ἀλεξανδρεὺς δὲ γένος, ἐν δευτέρῳ Ἐρωτικῶν. Ἀλκαῖος δὲ καὶ τὸν Ἑρμῆν εἰσάγει αὐτῶν οἰνοχόον fr. 8 B',' ὡς καὶ Σαπφὼ λέγουσα fr. 51':'
κῆ δ᾽ ἀμβροσίας μὲν
κρατὴρ ἐκέκρατο,
Ἑρμᾶς δ᾽ ἕλεν ὄλπιν
θεοῖς οἰνοχοῆσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: