previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοσαῦτα τοῦ Πλουτάρχου εἰπόντος περὶ παρασίτων διαδεξάμενος τὸν λόγον Δημόκριτοςἀλλὰ μὴν καὶ αὐτόσ᾽, ἔφη, ‘τὸ ποτίκολλον ἅτε ξύλον παρὰ ξύλῳ, ὡς Θηβαῖος εἴρηκεν ποιητής fr. 241',' περὶ κολάκων ἐρῶ τι. ‘πράττει γὰρ πάντων κόλαξ ἄριστα᾽, καλὸς εἶπεν Μένανδρος IV 135, 16 M',' οὐ μακρὰν δ᾽ ἐστὶν κόλαξ τοῦ τῶν παρασίτων ὀνόματος. Κλείσοφον γοῦν τὸν ὑπὸ πάντων κόλακα Φιλίππου τοῦ τῶν Μακεδόνων βασιλέως ἀναγραφόμενον ῾Ἀθηναῖος δ᾽ ἦν γένος, ὥς φησι Σάτυρος περιπατητικὸς ἐν τῷ Φιλίππου βίῳ [FHG III 161]᾽ Λυγκεὺς Σάμιος ἐν τοῖς Ἀπομνημονεύμασι παράσιτον ὀνομάζει λέγων οὕτως: ‘Κλείσοφος Φιλίππου παράσιτος ἐπιτιμῶντος αὐτῷ τοῦ Φιλίππου διότι ἀεὶ αἰτεῖ, ‘ἵν᾽, ἔφη, μὴ ἐπιλανθάνωμαι.' τοῦ δὲ Φιλίππου δόντος αὐτῷ ἵππον τραυματίαν ἀπέδοτο. καὶ μετὰ χρόνον ἐπερωτηθεὶς ὑπὸ τοῦ βασιλέως ποῦ ἐστιν, ‘ἐκ τοῦ τραύματος, ἔφη, 'κείνου πέπραται.' σκώπτοντος δ᾽ αὐτὸν τοῦ Φιλίππου καὶ εὐημεροῦντοςεἶτ᾽ οὐκ ἐγὼ σέ, ἔφη, θρέψω; καὶ Δελφὸς δὲ Ἡγήσανδρος ἐν τοῖς ὑπομνήμασι FHG IV 413' 'περὶ τοῦ Κλεισόφου τάδε ἱστορεῖ: ‘Φιλίππου τοῦ βασιλέως εἰπόντος διότι γράμματα αὐτῷ ἐκομίσθη παρὰ Κότυος τοῦ Θρᾳκῶν βασιλέως Κλείσοφος παρὼν ἔφηεὖ γε νὴ τοὺς θεούς.' τοῦ δὲ Φιλίππου εἰπόντοςτί δὲ σὺ οἶδας ὑπὲρ ὧν γέγραπται;νὴ τὸν Δία τὸν μέγιστον᾽, εἶπεν, ‘ἄκρως γέ μοι ἐπετίμησας.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: