previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΛΥΚΙΟΥΡΓΕΙΣ. φιάλαι τινὲς οὕτως καλοῦνται ἀπὸ Λύκωνος τοῦ κατεσκευασμένου, ὡς καὶ Κονώνειοι αἱ ὑπὸ Κόνωνος ποιηθεῖσαι. μνημονεύει [τοῦ Λύκωνος] Δημοσθένης ἐν τῷ [περὶ τοῦ στεφάνου κἀν τῷ] πρὸς Τιμόθεον ὑπὲρ χρέως λέγων οὕτως 31':' ‘φιάλας Λυκιουργεῖς δύο.' [ἐν δὲ τῷ πρὸς Τιμόθεον γράφει: ‘δίδωσιν ἀποθεῖναι τῷ Φορμίωνι μετὰ τῶν χρημάτων καὶ ἄλλας φιάλας Λυκιουργεῖς δύο.' Ἡρόδοτος δ᾽ ἐν ζ# c. 76' '‘προβόλους δύο Λυκιουργίδας ἡμιεργέασ᾽, ὅτι ἀκόντιά ἐστι πρὸς λύκων θήραν ἐπιτήδεια <> ἐν Λυκίᾳ εἰργασμένα.] ὅπερ ἐξηγούμενος Δίδυμος γραμματικὸς p. 314 Schm' 'τὰς ὑπὸ Λυκίου φησὶ κατεσκευασμένας. ἦν δὲ οὗτος τὸ γένος Βοιώτιος ἐξ Ἐλευθερῶν, υἱὸς Μύρωνος τοῦ ἀνδριαντοποιοῦ, ὡς Πολέμων φησὶν ἐν α# περὶ Ἀκροπόλεως fr. 2 Pr'.' ἀγνοεῖ δ᾽ γραμματικὸς ὅτι τὸν τοιοῦτον σχηματισμὸν ἀπὸ κυρίων ὀνομάτων οὐκ ἄν τις εὕροι γινόμενον, ἀλλ᾽ ἀπὸ πόλεων ἐθνῶν. Ἀριστοφάνης τε γὰρ ἐν Εἰρήνῃ φησί 143':'
τὸ δὲ πλοῖον ἔσται Ναξιουργὴς κάνθαρος.
Κριτίας τε ἐν τῇ Λακεδαιμονίων Πολιτείᾳ FHG II 69':' ‘κλίνη Μιλησιουργὴς καὶ δίφρος Μιλησιουργής, κλίνη Χιουργὴς καὶ τράπεζα Ῥηνιοεργής.' Ἡρόδοτός τε ἐν τῇ ἑβδόμῃ φησί c. 76':' ‘προβόλους δύο Λυκοεργέας.' μήποτ᾽ οὖν καὶ παρὰ <τῷ Ἡροδότῳ ὡς καὶ παρὰ> τῷ Δημοσθένει γραπτέον Λυκιοεργέας, ἵν᾽ ἀκούηται τὰ ἐν Λυκίᾳ εἰργασμένα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: