previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλ᾽ ἐπεὶ πολὺς οὕτως λόγος συμποσίων πέρι διήντληται, Τιμόκρατες, ἐν τοῖς πρὸ τούτων, παρελίπομεν δὲ αὐτῶν τὰ χρησιμώτατα καὶ οὐ βαροῦντα τὴν ψυχήν, ὠφελοῦντα δὲ καὶ τρέφοντα κατὰ πανδαισίαν, ἅπερ θεῖος Ὅμηρος παρεισήγαγε, μνημονεύσω καὶ τὰ περὶ τούτων λεχθέντα ὑπὸ τοῦ πάντα ἀρίστου Μασουρίου. ἡμεῖς γὰρ κατὰ τὸν καλὸν Ἀγάθωνα fr. 11 N' '
τὸ μὲν πάρεργον ἔργον ὣς ποιούμεθα,
τὸ δ᾽ ἔργον ὡς πάρεργον ἐκπονούμεθα.
φησὶ δ᾽ οὖν ποιητὴς περὶ τοῦ Μενελάου τὸν λόγον ποιούμενος:

τὸν δ᾽ εὗρον δαινύντα γάμον πολλοῖσιν ἔτῃσιν
υἱέος ἠδὲ θυγατρὸς ἀμύμονος ἐνὶ οἴκῳ,

ὡς νενόμισται ἄγειν συμπόσια περὶ τοὺς γάμους τῶν τε γαμηλίων θεῶν ἕνεκα καὶ τῆς οἱονεὶ μαρτυρίας. τὸ δὲ πρὸς τοὺς ξένους συμπόσιον τῆς Λυκίας βασιλεὺς διδάσκει οἷον εἶναι δεῖ, τὸν Βελλεροφόντην μεγαλοπρεπῶς δεξάμενος:

ἐννῆμαρ ξείνισσε καὶ ἐννέα βοῦς ἱέρευσε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
hide References (2 total)
  • Cross-references from this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: