Λήδα, σὸν ἔργον: δεῖ σ᾽ ὅπως εὐσχήμονοςΣτράττις Ψυχασταῖς ῾I 728 K':'
ἀλεκτρυόνος μηδὲν διοίσει τοὺς τρόπους,
ἐπὶ τῷδ᾽ ἐπῴζουσ᾽, ὡς ἂν ἐκλέψῃς καλὸν
ἡμῖν τι καὶ θαυμαστὸν ἐκ τοῦδ᾽ ὄρνεον.
αἱ δ᾽ ἀλεκτρυόνες ἅπασαιἈναξανδρίδης Τηρεῖ ῾II 156 K':'
καὶ τὰ χοιρίδια τέθνηκε
καὶ τὰ μίκρ᾽ ὀρνίθια.
ὀχευομένους δὲ τοὺς κάπρουςἐπεὶ δὲ τοῦ κωμικοῦ τούτου ἐμνήσθην καὶ οἶδα τὸ δρᾶμα τὸν Τηρέα αὐτοῦ μὴ κεκριμένον ἐν τοῖς πρώτοις, ἐκθήσομαι ὑμῖν, ἄνδρες φίλοι, εἰς κρίσιν ἃ εἴρηκε περὶ αὐτοῦ Χαμαιλέων ὁ Ἡρακλεώτης ἐν ἕκτῳ περὶ κωμῳδίας ῾fr. 17 Koepke' 'γράφων ὧδε: ‘Ἀναξανδρίδης διδάσκων ποτὲ διθύραμβον Ἀθήνησιν εἰσῆλθεν ἐφ᾽ ἵππου καὶ ἀπήγγειλέν τι τῶν ἐκ τοῦ ᾁσματος. ἦν δὲ τὴν ὄψιν καλὸς καὶ μέγας καὶ κόμην ἔτρεφε καὶ ἐφόρει ἁλουργίδα καὶ κράσπεδα χρυσᾶ. πικρὸς δ᾽ ὢν τὸ ἦθος ἐποίει τι τοιοῦτο περὶ τὰς κωμῳδίας: ὅτε γὰρ μὴ νικῴη, λαμβάνων ἔδωκεν εἰς τὸν λιβανωτὸν κατατεμεῖν καὶ οὐ μετεσκεύαζεν ὥσπερ οἱ πολλοί. καὶ πολλὰ ἔχοντα κομψῶς τῶν δραμάτων ἠφάνιζε, δυσκολαίνων τοῖς θεαταῖς διὰ τὸ γῆρας.' λέγεται δ᾽ εἶναι τὸ γένος Ῥόδιος ἐκ Καμίρου. θαυμάζω οὖν πῶς καὶ ὁ Τηρεὺς περιεσώθη μὴ τυχὼν νίκης καὶ ἄλλα δράματα τῶν ὁμοίων τοῦ αὐτοῦ. καὶ Θεόπομπος δὲ ἐν Εἰρήνῃ ἐπὶ τῆς θηλείας ἔταξε τὸν ἀλεκτρυόνα λέγων οὕτως ῾I 735 K':'
καὶ τὰς ἀλεκτρυόνας θεωροῦσ᾽ ἄσμενοι.
ἄχθομαι δ᾽ ἀπολωλεκὼςκαὶ Ἀριστοφάνης Δαιδάλῳ ῾I 435 K':'
ἀλεκτρυόνα τίκτουσαν ᾠὰ πάγκαλα.
ᾠὸν μέγιστον τέτοκεν, ὡς ἀλεκτρυών.καὶ πάλιν:
πολλαὶ τῶν ἀλεκτρυόνων βίᾳἐν δὲ Νεφέλαις διδάσκων τὸν πρεσβύτην περὶ ὀνόματος διαφορᾶς φησι ῾665':'
ὑπηνέμια τίκτουσιν ᾠὰ πολλάκις.
νῦν δὲ πῶς με χρὴ καλεῖν;λέγεται δὲ καὶ ἀλεκτορὶς καὶ ἀλέκτωρ. Σιμωνίδης ‘ἱμερόφων᾽ ἀλέκτωρ᾽ ἔφη ῾fr. 80 B'.' Κρατῖνος Ὥραις ῾I 91 K':'
Β. ἀλεκτρύαιναν, τὸν δ᾽ ἕτερον ἀλέκτορα.
ὥσπερ ὁ Περσικὸς ὥραν πᾶσαν καναχῶν ὁλόφωνοςεἴρηται δ᾽ οὕτως ἐπειδὴ καὶ ἐκ τοῦ λέκτρου ἡμᾶς διεγείρει. οἱ δὲ Δωριεῖς λέγοντες ὄρνιξ τὴν γενικὴν διὰ τοῦ 〈χ〉 λέγουσιν ὄρνιχος. Ἀλκμὰν δὲ διὰ τοῦ 〈ς1〉 τὴν εὐθεῖαν ἐκφέρει ῾fr. 26, 4 B4':' ‘ἁλιπόρφυρος εἴαρος ὄρνις.' καὶ τὴν γενικήν ῾fr. 67':' ‘οἶδα δ᾽ ὀρνίχων νόμως πάντων.'
ἀλέκτωρ.