previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δημοσθένης δ᾽ ῥήτωρ Φιλοκράτην, ἐπειδὴ ἐκ τοῦ προδοτικοῦ χρυσίου πόρνας καὶ ἰχθῦς ἠγόραζεν, εἰς ἀσέλγειαν καὶ ὀψοφαγίαν λοιδορεῖ 19, 229'.' Διοκλῆς δὲ ὀψοφάγος, ὥς φησιν Ἡγήσανδρος FHG IV 416',' πυθομένου τινὸς αὐτοῦ πότερος χρηστότερος ἰχθύς, γόγγρος λάβραξ, ‘ μὲν ἑφθός, ἔφη, δὲ ὀπτός.' ὀψοφάγος δ᾽ ἦν καὶ Λεοντεὺς Ἀργεῖος τραγῳδός, Ἀθηνίωνος μὲν μαθητής, οἰκέτης δὲ γενόμενος Ἰόβα τοῦ Μαυρουσίων βασιλέως, ὥς φησιν Ἀμάραντος ἐν τοῖς περὶ σκηνῆς, γεγραφέναι φάσκων εἰς αὐτὸν τόδε τὸ ἐπίγραμμα τὸν Ἰόβαν, ὅτε κακῶς τὴν Ὑψιπύλην ὑπεκρίνατο:
μή με Λεοντῆος τραγικοῦ κεναρηφαγον ηχος
λεύσσων Ὑψιπύλης ἐς κακὸν ἦτορ ὅρα.
ἤμην γάρ ποτ᾽ ἐγὼ Βάκχῳ φίλος, οὐδέ τιν᾽ ὧδε
γῆρυν χρυσολόβοις οὔασιν ἠγάσατο.
νῦν δέ με χυτρόποδες, κέραμοι καὶ ξηρὰ τάγηνα
χήρωσαν φωνῆς, γαστρὶ χαριζόμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: