previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἡράκλειτος δ᾽ ἐν τῷ Ξενίζοντι Ἑλένην φησί τινα γυναῖκα πλεῖστα βεβρωκέναι. Ποσείδιππος δ᾽ ἐν ἐπιγράμμασι Φυρόμαχον, εἰς ὃν καὶ τόδ᾽ ἐπέγραψε:
Φυρόμαχον τὸν πάντα φαγεῖν βορόν, οἷα κορώνην
παννυχικήν, αὕτη ῥωγὰς ἔχει κάπετος
χλαίνης ἐν τρύχει Πελληνίδος. ἀλλὰ σὺ τούτου
καὶ χρῖε στήλην, Ἀττικέ, καὶ στεφάνου,
εἴ ποτέ σοι προκύων συνεκώμασεν. ἦλθε δ᾽ μαυρὰ
βλέψας ἐκ πελίων νωδὸς ἐπισκυνίων,
τριχιδιφθερίας, μονολήκυθος: ἐκ γὰρ ἀγώνων
τῶν τότε ληναικὴν ἦλθ᾽ ὑπὸ Καλλιόπην.
Ἀμάραντος δὲ Ἀλεξανδρεὺς ἐν τοῖς περὶ σκηνῆς Ἡρόδωρόν φησι τὸν Μεγαρέα σαλπιγκτὴν γενέσθαι τὸ μὲν μέγεθος πηχῶν τριῶν καὶ ἡμίσους, εἶναι δὲ καὶ τὰς πλευρὰς ἰσχυρόν: ἐσθίειν δὲ ἄρτων μὲν χοίνικας ἕξ, κρεῶν δὲ λίτρας εἴκοσιν οἵων ἂν εὑρήκῃ, πίνειν δὲ χοᾶς δύο καὶ σαλπίζειν ἅμα σάλπιγξι δυσί. κοιμᾶσθαι δὲ ἔθος εἶχεν ἐπὶ λεοντῆς μόνης. ἐσήμαινε δὲ σαλπίζων μέγιστον. Ἄργος γοῦν πολιορκοῦντος Δημητρίου τοῦ Ἀντιγόνου καὶ οὐ δυναμένων τῶν στρατιωτῶν τὴν ἑλέπολιν προσαγαγεῖν τοῖς τείχεσι διὰ τὸ βάρος, ταῖς δύο σάλπιγξι σημαίνων ὑπὸ τῆς ἁδρότητος τοῦ ἤχου τοὺς στρατιώτας ἠνάγκασε προθυμηθέντας προσαγαγεῖν τὴν μηχανήν. ἐνίκησε δὲ τὴν περίοδον δεκάκις καὶ ἐδείπνει καθήμενος, ὡς ἱστορεῖ Νέστωρ ἐν τοῖς θεατρικοῖς ὑπομνήμασι. καὶ γυνὴ δὲ ἐσάλπισεν Ἀγλαὶς Μεγακλέους ἐν τῇ πρώτῃ ἀχθείσῃ μεγάλῃ πομπῇ ἐν Ἀλεξανδρείᾳ τὸ πομπικόν, περιθέτην ἔχουσα καὶ λόφον ἐπὶ τῆς κεφαλῆς, ὡς δηλοῖ Ποσείδιππος ἐν ἐπιγράμμασιν. ἤσθιε δὲ καὶ αὐτὴ λίτρας μὲν κρεῶν δώδεκα, ἄρτων δὲ χοίνικας τέσσαρας καὶ ἔπινεν οἴνου χοᾶ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: