previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πολλαχοῦ δ᾽ εἰσὶ κρῆναι αἳ μὲν ποτιμώτεραι καὶ οἰνωδέστεραι, ὡς περὶ Παφλαγονίαν, πρὸς ἥν φασι τοὺς ἐγχωρίους ὑποπίνειν προσιόντας, ἁλμώδεις δ᾽ ἅμα τῷ ὀξεῖ ἐν Σικανοῖς τῆς Σικελίας. ἐν τῇ Καρχηδονίων δὲ ἐπικρατείᾳ κρήνη ἐστὶν τὸ ἐφιστάμενον ἐλαίῳ ἐστὶν ὅμοιον, μελάντερον <δὲ> τὴν χρόαν: ἀποσφαιροῦντες χρῶνται πρὸς τὰ πρόβατα καὶ τὰ κτήνη. καὶ παρ᾽ ἄλλοις δ᾽ εἰσὶ λίπος ἔχουσαι τοιοῦτον, ὡς ἐν Ἀσίᾳ, ὑπὲρ ἧς Ἀλέξανδρος ἐπέστειλεν ὡς ἐλαίου κρήνην εὑρηκώς. καὶ τῶν θερμῶν δ᾽ ἐκ φύσεως ὑδάτων ἔνια γλυκέα ἐστίν, ὡς τὰ ἐν Αἰγαῖς <τῆς> Κιλικίας καὶ περὶ Παγασὰς τά τ᾽ ἐν τῇ Τρωικῇ Λαρίσσῃ καὶ περὶ Μαγνησίαν καὶ ἐν Μήλῳ καὶ Λιπάρᾳ: ἐν δὲ Προύσῃ τῇ πρὸς τὸν Μύσιον Ὄλυμπον τὰ βασιλικὰ καλούμενα. τὰ δ᾽ ἐν Ἀσίᾳ περὶ Τράλλεις καὶ τὸν Χαρακωμήτην ποταμόν, ἔτι δὲ Νῦσαν πόλιν οὕτως ἐστὶ λιπαρὰ ὡς μὴ δεῖσθαι τοὺς ἐναπολουμένους ἐλαίου. τοιαῦτα καὶ τὰ ἐν Δασκύλου κώμῃ. τὰ δ᾽ ἐν Καρούροις κατάξηρα καὶ σφόδρα θερμά: τὰ δὲ περὶ Μηνὸς κώμην, ἐστι Φρυγίας, τραχύτερά ἐστι καὶ λιτρωδέστερα, ὡς καὶ <τὰ> ἐν τῇ καλουμένῃ Λέοντος κώμῃ τῆς Φρυγίας. τὰ δὲ περὶ Δορύλαιον καὶ πινόμενά ἐστιν ἥδιστα: τὰ γὰρ περὶ Βαίας Βαίου λιμένα τῆς Ἰταλίας παντελῶς ἄποτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: