previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀντιφάνης δ᾽ ἐν Λύκωνι κωμῳδῶν τοὺς Αἰγυπτίους φησίν II 71 K':'
τά τ᾽ ἄλλα δεινούς φασι τοὺς Αἰγυπτίους
εἶναι τὸ νομίσαι τ᾽ ἰσόθεον τὴν ἔγχελυν:
πολὺ τῶν θεῶν γάρ ἐστι τιμιωτέρα.
τῶν μὲν γὰρ εὐξαμένοισιν ἔσθ᾽ ἡμῖν τυχεῖν,
τούτων δὲ δραχμὰς τοὐλάχιστον δώδεκα
πλέον ἀναλώσασιν ὀσφρέσθαι μόνον:
οὕτως ἔσθ᾽ ἅγιον παντελῶς τὸ θηρίον.
Ἀναξανδρίδης δ᾽ ἐν Πόλεσι πρὸς τοὺς Αἰγυπτίους ἀποτεινόμενος τὸν λόγον φησίν II 150 K':'
οὐκ ἂν δυναίμην συμμαχεῖν ὑμῖν ἐγώ:
οὔθ᾽ οἱ τρόποι γὰρ ὁμονοοῦσ᾽ οὔθ᾽ οἱ νόμοι
ἡμῶν, ἀπ᾽ ἀλλήλων δὲ διέχουσιν πολύ.
βοῦν προσκυνεῖς, ἐγὼ δὲ θύω τοῖς θεοῖς:
τὴν ἔγχελυν μέγιστον ἡγεῖ δαίμονα,
ἡμεῖς δὲ τῶν ὄψων μέγιστον παρὰ πολύ:
οὐκ ἐσθίεις ὕει᾽, ἐγὼ δέ γ᾽ ἥδομαι
μάλιστα τούτοις: κύνα σέβεις, τύπτω δ᾽ ἐγώ,
τοὔψον κατεσθίουσαν ἡνίκ᾽ ἂν λάβω.
τοὺς ἱερέας ἐνθάδε μὲν ὁλοκλήρους νόμος
εἶναι, παρ᾽ ὑμῖν δ᾽, ὡς ἔοικ᾽, ἀπηργμένους.
τὸν αἰέλουρον κακὸν ἔχοντ᾽ ἐὰν ἴδῃς
κλαίεις, ἐγὼ δ᾽ ἥδιστ᾽ ἀποκτείνας δέρω.
δύναται παρ᾽ ὑμῖν μυγαλῆ, παρ᾽ ἐμοὶ δέ γ᾽ οὔ.
Τιμοκλῆς δ᾽ ἐν Αἰγυπτίοις II 451 K':'
πῶς ἂν μὲν οὖν σώσειεν ἶβις κύων;
ὅπου γὰρ εἰς τοὺς ὁμολογουμένους θεοὺς
ἀσεβοῦντες οὐ διδόασιν εὐθέως δίκην,
τίν᾽ αἰελούρου βωμὸς ἐπιτρίψειεν ἄν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: