previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῶν δείπνων δὲ πολλοὶ τὰ μέτρια ἀσπάζονται, ὡς Ἄλεξις ἐν Φιλούσῃ παραδίδωσιν II 390 K':'
ἀλλ᾽ ἔγωγέ τοι τὰ δέοντ᾽ ἔχων
τὰ περιττὰ μισῶ: τοῖς ὑπερβάλλουσι γὰρ
τέρψις μὲν οὐκ ἔνεστι, πολυτέλεια δέ.
Ψευδομένῳ II 392 K':'
τὰ περιττὰ μισῶ. τοῖς ὑπερβάλλουσι γὰρ
δαπάνη πρόσεστιν, ἡδονὴ δ᾽ οὐδ᾽ ἡτισοῦν.
ἐν δὲ Συντρόφοις II 376 K':'
ὡς ἡδὺ πᾶν τὸ μέτριον: οὔθ᾽ ὑπεργέμων
ἀπέρχομαι νῦν οὔτε κενός, ἀλλ᾽ ἡδέως
ἔχων ἐμαυτοῦ. Μνησίθεος γάρ φησι δεῖν
φεύγειν ἁπάντων τὰς ὑπερβολὰς ἀεί.
Ἀρίστων δ᾽ φιλόσοφος ἐν Ἐρωτικῶν Ὁμοίων δευτέρῳ Πολέμωνά φησι τὸν Ἀκαδημαικὸν παραινεῖν τοῖς ἐπὶ δεῖπνον πορευομένοις φροντίζειν ὅπως ἡδὺν πότον ποιῶνται μὴ μόνον εἰς τὸ παρόν, ἀλλὰ καὶ εἰς τὴν αὔριον. Τιμόθεος δ᾽ Κόνωνος ἐκ τῶν πολυτελῶν καὶ στρατηγικῶν δείπνων παραληφθεὶς ὑπὸ Πλάτωνος εἰς τὸ ἐν Ἀκαδημείᾳ συμπόσιον καὶ ἑστιαθεὶς ἀφελῶς καὶ μουσικῶς ἔφη ὡς οἱ παρὰ Πλάτωνι δειπνοῦντες καὶ τῇ ὑστεραίᾳ καλῶς γίνονται. δ᾽ Ἡγήσανδρος ἐν τοῖς ὑπομνήμασιν ἔφη FHG IV 420' 'ὡς καὶ τῇ ὑστεραίᾳ Τιμόθεος ἀπαντήσας τῷ Πλάτωνι εἶπεν: ‘ὑμεῖς, Πλάτων, εὖ δειπνεῖτε μᾶλλον εἰς τὴν ὑστεραίαν τὴν παροῦσαν ἡμέραν.' Πύρρων δ᾽ Ἠλεῖος τῶν γνωρίμων τινὸς αὐτὸν ὑποδεξαμένου πολυτελῶς <μέν, ....> δέ, ὡς <> αὐτὸς ἱστορεῖ, ‘εἰς τὸ λοιπόν, εἶπεν, οὐχ ἥξω πρὸς σέ, ἂν οὕτως ὑποδέχῃ, ἵνα μήτε ἐγὼ σὲ ἀηδῶς ὁρῶ καταδαπανώμενον οὐκ ἀναγκαίως μήτε σὺ θλιβόμενος κακοπαθῇς. μᾶλλον γὰρ ἡμᾶς τῇ μεθ᾽ ἑαυτῶν συνουσίᾳ προσῆκόν ἐστιν εὐεργετεῖν τῷ πλήθει τῶν παρατιθεμένων, <ὧν> οἱ διακονοῦντες τὰ πλεῖστα δαπανῶσιν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: