previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοιαῦτα πολλὰ τοῦ Λαρηνσίου λέγοντος Λεωνίδης ψέγων τὸ τῆς γαμετῆς ὄνομα τὰ ἐκ τῶν Μάντεων Ἀλέξιδος προηνέγκατο ταυτί [τῶν ἐπῶν] II 350 K':'
δυστυχεῖς ἡμεῖς <... οἱ> πεπρακότες
τὴν τοῦ βίου παρρησίαν καὶ τὴν τρυφήν:
γυναιξὶ δοῦλοι ζῶμεν ἀντ᾽ ἐλευθέρων.
ἔπειτ᾽ ἔχειν προῖκ᾽, οὐχὶ τιμὴν πάσχομεν;
πικράν γε καὶ μεστὴν γυναικείας χολῆς.
τῶν γὰρ ἀνδρῶν ἐστι πρὸς ἐκείνην μέλι:
οἳ μέν γε συγγνώμην ἔχουσ᾽ ἀδικούμενοι,
αὗται δ᾽ ἀδικοῦσαι καὶ προσεγκαλοῦσ᾽ ἔτι:
ὧν οὐκ ἐχρῆν ἄρχουσιν, ὧν δ᾽ ἄρχειν ἐχρῆν
ἀμελοῦσιν, ἐπιορκοῦσιν, οὐδὲ ἓν κακὸν
ἔχουσι καὶ κάμνειν λέγουσ᾽ ἑκάστοτε.
Ξέναρχος δ᾽ ἐν Ὕπνῳ φησίν ib. 473':'
εἶτ᾽ εἰσὶν οἱ τέττιγες οὐκ εὐδαίμονες,
ὧν ταῖς γυναιξὶν οὐδ᾽ ὁτιοῦν φωνῆς ἔνι;
Φιλέταιρος Κορινθιαστῇ ib. 231':'
ὡς τακερόν, Ζεῦ, καὶ μαλακὸν τὸ βλέμμ᾽ ἔχει.
οὐκ ἐτὸς Ἑταίρας ἱερόν ἐστι πανταχοῦ,
ἀλλ᾽ οὐχὶ γαμετῆς οὐδαμοῦ τῆς Ἑλλάδος.
Ἄμφις δ᾽ ἐν Ἀθάμαντι ib. 236':'
εἶτ᾽ οὐ γυναικός ἐστιν εὐνοικώτερον
γαμετῆς ἑταίρα; πολύ γε καὶ μάλ᾽ εἰκότως.
μὲν νόμῳ γὰρ καταφρονοῦσ᾽ ἔνδον μένει,
δ᾽ οἶδεν ὅτι τοῖς τρόποις ὠνητέος
ἄνθρωπός ἐστιν πρὸς ἄλλον ἀπιτέον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: