previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μετὰ παρρησίας γὰρ ἐρῶ πρὸς αὐτούς: εἰ αὐτάρκειαν ἀσπάζῃ, φιλόσοφε, τί οὐ τοὺς Πυθαγορικοὺς ἐκείνους ζηλοῖς, περὶ ὧν φησιν Ἀντιφάνης μὲν ἐν Μνήμασι τάδε II 76 K':'
τῶν Πυθαγορικῶν δ᾽ ἔτυχον ἄθλιοί τινες
ἐν τῇ χαράδρᾳ τρώγοντες ἅλιμα καὶ κακὰ
τοιαῦτα συλλέγοντες <ἐν τῷ κωρύκῳ>.
κἀν τῷ κυρίως Κωρύκῳ δ᾽ ἐπιγραφομένῳ φησί ib. 67':'
πρῶτον μὲν ὥσπερ πυθαγορίζων ἐσθίει
ἔμψυχον οὐδέν, τῆς δὲ πλείστης τοὐβολοῦ
μάζης μελαγχρῆ μερίδα λαμβάνων λέπει.
Ἄλεξις δ᾽ ἐν Ταραντίνοις ib. 378':'
οἱ πυθαγορίζοντες γάρ, ὡς ἀκούομεν,
οὔτ᾽ ὄψον ἐσθίουσιν οὔτ᾽ ἄλλ᾽ οὐδὲ ἓν
ἔμψυχον, οἶνόν τ᾽ οὐχὶ πίνουσιν μόνοι.
Β. Ἐπιχαρίδης μέντοι κύνας κατεσθίει,
τῶν Πυθαγορείων εἷς. Α. ἀποκτείνας γέ που:
οὐκ ἔτι γάρ ἐστ᾽ ἔμψυχον.
προελθών τέ φησι:
πυθαγορισμοὶ καὶ λόγοι
λεπτοὶ διεσμιλευμέναι τε φροντίδες
τρέφουσ᾽ ἐκείνους, τὰ δὲ καθ᾽ ἡμέραν τάδε:
ἄρτος καθαρὸς εἷς ἑκατέρῳ, ποτήριον
ὕδατος: τοσαῦτα ταῦτα. Β. δεσμωτηρίου
λέγεις δίαιταν: πάντες οὕτως οἱ σοφοὶ
διάγουσι καὶ τοιαῦτα κακοπαθοῦσί που;
Α. τρυφῶσιν οὗτοι πρὸς ἑτέρους. ἆρ᾽ οἶσθ᾽ ὅτι
Μελανιππίδης ἑταῖρός ἐστι καὶ Φάων
καὶ Φυρόμαχος καὶ Φᾶνος, οἳ δι᾽ ἡμέρας
δειπνοῦσι πέμπτης ἀλφίτων κοτύλην μίαν.
καὶ ἐν Πυθαγοριζούσῃ ib. 370':'
δ᾽ ἑστίασις ἰσχάδες καὶ στέμφυλα
καὶ τυρὸς ἔσται: ταῦτα γὰρ θύειν νόμος
τοῖς Πυθαγορείοις. Β. νὴ Δί᾽, ἱερεῖον μὲν οὖν
ὁποῖον ἂν κάλλιστον, βέλτιστ᾽, ἔχῃ.
καὶ μετ᾽ ὀλίγα:
ἔδει θ᾽ ὑπομεῖναι μικροσιτίαν, ῥύπον,
ῥῖγος, σιωπήν, στυγνότητ᾽, ἀλουσίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: