previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Δίφιλος δ᾽ ἐν Ἀπολειπούσῃ μάγειρόν τινα παράγων ποιεῖ τάδε λέγοντα II 545 K':'
πόσοι τὸ πλῆθός εἰσιν οἱ κεκλημένοι
εἰς τοὺς γάμους, βέλτιστε, καὶ πότερ᾽ Ἀττικοὶ
ἅπαντες κἀκ τοὐμπορίου τινές; Β. τί δαὶ
τοῦτ᾽ ἐστὶ πρὸς σὲ τὸν μάγειρον; Α. τῆς τέχνης
ἡγεμονία τίς ἐστιν αὕτη σοι, πάτερ,
τὸ τῶν ἐδομένων τὰ στόματα προειδέναι.
οἷον Ῥοδίους κέκληκας: εἰσιοῦσι δὸς
εὐθὺς ἀπὸ θερμοῦ τὴν μεγάλην αὐτοῖς σπάσαι,
ἀποζέσας σίλουρον λεβίαν, ἐφ᾽
χαριεῖ πολὺ μᾶλλον μυρίνην προσεγχέας.
Β. ἀστεῖον σιλουρισμός. Α. ἂν Βυζαντίους,
ἀψινθίῳ σφιν δεῦσον ὅσα γ᾽ ἂν παρατιθῇς,
κάθαλα ποιήσας πάντα κἀσκοροδισμένα.
διὰ γὰρ τὸ πλῆθος τῶν παρ᾽ αὐτοῖς ἰχθύων
πάντες βλιχανώδεις εἰσὶ καὶ μεστοὶ λάπης.
Μένανδρος δ᾽ ἐν Τροφωνίῳ IV 205 M':'
ξένου τὸ δεῖπνόν ἐστιν ὑποδοχή. Β. τίνος;
ποδαποῦ; διαφέρει τῷ μαγείρῳ τοῦτο γάρ.
οἷον τὰ νησιωτικὰ ταυτὶ ξενύδρια,
ἐν προσφάτοις ἰχθυδίοις τεθραμμένα
καὶ παντοδαποῖς, τοῖς ἁλμίοις μὲν οὐ πάνυ
ἁλίσκετ᾽, ἀλλ᾽ οὕτως παρέργως ἅπτεται:
τὰς δ᾽ ὀνθυλεύσεις καὶ τὰ κεκαρυκευμένα
μᾶλλον προσεδέξατ᾽. Ἀρκαδικὸς τοὐναντίον
ἀθάλασσος ὢν τοῖς λοπαδίοις ἁλίσκεται:
Ἰωνικὸς πλούταξ ὑποστάσεις ποιῶν
κάνδαυλον, ὑποβινητιῶντα βρώματα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: