previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μή τις τούτων τῶν δευτέρων ἑπτὰ σοφῶν ὀνομασθέντων τοιοῦτόν τι ἐπενόησε περὶ τοῦ χοίρου, πῶς καὶ τὰ ἐντὸς πεπλήρωται καὶ τὸ μὲν ὀπταλέον ἐστὶν αὐτοῦ, τὸ δὲ ἑφθόν, αὐτὸς δ᾽ ἐστὶν ἄσφακτος; δεομένων οὖν ἡμῶν καὶ λιπαρούντων δεικνύναι τὴν σοφίαν, ‘οὐκ ἐρῶ, φησί, τῆτες, μὰ τοὺς ἐν Μαραθῶνι κινδυνεύσαντας Dem. cor. 208' 'καὶ πρὸς ἔτι τοὺς ἐν Σαλαμῖνι ναυμαχήσαντας.' ἔδοξεν οὖν πᾶσι διὰ τὸν τηλικόνδε ὅρκον μὴ βιάζεσθαι τὸν ἄνθρωπον, ἐπ᾽ ἄλλο δέ τι τῶν παραφερομένων τὰς χεῖρας ἐπιβάλλειν. καὶ Οὐλπιανὸς ἔφη: ‘μὰ τοὺς ἐν Ἀρτεμισίῳ κινδυνεύσαντας, οὐδείς τινος γεύσεται πρὶν λεχθῆναι ποῦ κεῖται τὸ παραφέρειν. τὰ γὰρ γεύματα ἐγὼ οἶδα μόνος.' καὶ Μάγνος ἔφη: ‘Ἀριστοφάνης ἐν Προάγωνι I 511 K':'
τί οὐκ ἐκέλευσας παραφέρειν τὰ ποτήρια;
Σώφρων δ᾽ ἐν γυναικείοις κατακοινότερον κέχρηται λέγων fr. 20 Bo':' ‘παράφερε, Κοικόα, τὸν σκύφον μεστόν.' καὶ Πλάτων δ᾽ ἐν Λάκωσιν ἔφη I 621 K' '‘πάσας παραφερέτω.' Ἄλεξις Παμφίλῃ II 360 K':'
παρέθηκε τὴν τράπεζαν, εἶτα παραφέρων
ἀγαθῶν ἁμάξας ...
περὶ δὲ τῶν γευμάτων σαυτῷ προὔπιες ὥρα σοι λέγειν, Οὐλπιανέ. τὸ γὰρ γεῦσαι ἔχομεν ἐν Εὐπόλιδι ἐν Αἰξί I 260 K':'
τοῦδε νῦν γεῦσαι λαβών.'
καὶ ΟὐλπιανὸςἜφιππος, ἔφη, ἐν Πελταστῇ II 261 K' '‘ἔνθ᾽ ὄνων ἵππων τε στάσεις καὶ γεύματα οἴνων.' Ἀντιφάνης δ᾽ ἐν Διδύμοις II 45 K':'
οἰνογευστεῖ, περιπατεῖ
ἐν τοῖς στεφάνοις.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: