previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀντιφάνης δ᾽ ἐν Προγόνοις II 94 K':'
τὸν τρόπον μὲν οἶσθά μου
ὅτι τῦφος οὐκ ἔνεστιν, ἀλλὰ τοῖς φίλοις
τοιοῦτός εἰμι δη τις τύπτεσθαι μύδρος,
τύπτειν κεραυνός, ἐκτυφλοῦν τιν᾽ ἀστραπή,
φέρειν τιν᾽ ἄρας ἄνεμος, ἀποπνῖξαι βρόχος,
θύρας μοχλεύειν σεισμὸς, εἰσπηδᾶν ἀκρίς,
δειπνεῖν ἄκλητος μυῖα, μὴ 'ξελθεῖν φρέαρ,
ἄγχειν, φονεύειν, μαρτυρεῖν, ὅσ᾽ ἂν μόνον
τύχῃ τις εἰπών, ταῦτ᾽ ἀπροσκέπτως ποιεῖν
ἅπαντα. καὶ καλοῦσί μ᾽ οἱ νεώτεροι
διὰ ταῦτα πάντα σκηπτόν: ἀλλ᾽ οὐδὲν μέλει
τῶν σκωμμάτων μοι: τῶν φίλων γὰρ ὢν φίλος
ἔργοισι χρηστός, οὐ λόγοις ἔφυν μόνον.
Δίφιλος δ᾽ ἐν Παρασίτῳ μελλόντων γίνεσθαι γάμων τὸν παράσιτον ποιεῖ λέγοντα τάδε II 561 K' '
ἀγνοεῖς ἐν ταῖς ἀραῖς
τι ἔστιν, εἴ τις μὴ φράσει᾽ ὀρθῶς ὁδὸν
πῦρ ἐναύσει᾽ διαφθείρει᾽ ὕδωρ,
δειπνιεῖν μέλλοντα κωλύσαι τινά.
Εὔβουλος δὲ ἐν Οἰδίποδι II 189 K':'
πρῶτος εὑρὼν τἀλλότρια δειπνεῖν ἀνὴρ
δημοτικὸς ἦν τις, ὡς ἔοικε, τοὺς τρόπους.
ὅστις δ᾽ ἐπὶ δεῖπνον φίλον τιν᾽ ξένον
καλέσας ἔπειτα συμβολὰς ἐπράξατο,
φυγὰς γένοιτο μηδὲν οἴκοθεν λαβών.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: