previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τούτων ποτὲ λεχθέντων ἐπὶ τῷ καλῷ τούτῳ ὄψῳ τῶν κυνικῶν τις ἑσπέριος ἐλθὼν ἔφηἄνδρες φίλοι, μὴ καὶ ἡμεῖς [νηστείαν] ἄγομεν Θεσμοφορίων τὴν μέσην ἄγομεν: δίκην γὰρ κεστρέων νηστεύομεν; ὡς γὰρ Δίφιλός φησιν ἐν Λημνίαις II 558 K':'
οὗτοι δεδειπνήκασιν: δὲ τάλας ἐγὼ
κεστρεὺς ἂν εἴην ἕνεκα νηστείας ἄκρας.'
ὑπολαβὼν δὲ Μυρτίλος:
καὶ στῆτ᾽ ἐφεξῆς,
ἔφη, κατὰ τὸν Θεοπόμπου Ἡδυχάρην I 736 K':'
κεστρέων νῆστις χορός,
λαχάνοισιν ὥσπερ χῆνες ἐξενισμένοι.
οὐ πρότερον γάρ τινος μεταλήψεσθε, ἕως ἂν ὑμεῖς συμμαθητὴς ὑμῶν Οὐλπιανὸς εἴπητε διὰ τί νῆστις μόνος τῶν ἰχθύων κεστρεὺς καλεῖται.' καὶ Οὐλπιανὸς ἔφη: ‘ὅτι οὐδὲν δέλεαρ ἐσθίει ἔμψυχον, καὶ ἀνελκυσθεὶς δ᾽ οὐ δελεάζεται οὔτε σαρκὶ οὔτ᾽ ἄλλῳ τινὶ ἐμψύχῳ, ὡς Ἀριστοτέλης ἱστορεῖ h. an. 591 b 2' ' φάσκων ὅτι μὴ νῆστις ὢν φαῦλός ἐστι καὶ ὅτι ἐὰν φοβηθῇ κρύπτει τὴν κεφαλὴν ὡς τὸ πᾶν κρύπτων σῶμα. Πλάτων τε ἐν Ἑορταῖς φησιν I 608 K':'
ἐξιόντι [μὲν] γὰρ
ἁλιεὺς ἀπήντησεν φέρων μοι κεστρέας,
ἰχθῦς ἀσίτους καὶ πονηροὺς ἔν γ᾽ ἐμοί,
σὺ δέ μοι εἰπέ, Θετταλὸν πάλαισμα Μυρτίλε, διὰ τί οἱ ἰχθύες ὑπὸ τῶν ποιητῶν ἔλλοπες καλοῦνται.' καὶ ὅς: ‘ἤτοι διὰ τὸ ἄφωνοι εἶναι: βούλονται γὰρ κατὰ τὴν ἀναλογίαν ἴλλοπές τινες εἶναι διὰ τὸ εἴργεσθαι φωνῆς. ἐστὶ γὰρ τὸ μὲν ἴλλεσθαι εἴργεσθαι, δὲ ὂψ φωνή. καὶ γὰρ τοῦτ᾽ ἀγνοεῖς ἔλλοψ τις ὤν. ἐγὼ δὲ κατὰ τὸν σοφὸν Ἐπίχαρμον p. 262 L' 'μηδὲν ἀποκρινομένου τοῦ κυνὸς
τὰ πρὸ τοῦ δύ᾽ ἄνδρες ἔλεγον, εἷς ἐγὼν ἀποχρέω,
καὶ φημὶ ἔλλοπες διὰ τὸ εἶναι λεπιδωτοί. λέξω δὲ καὶ μὴ προβληθέντος διὰ τί οἱ Πυθαγορικοὶ τῶν μὲν ἄλλων ἐμψύχων μετρίως ἅπτονται, τινὰ δὲ καὶ θύοντες, ἰχθύων μόνων οὐ γεύονται τὸ παράπαν .... διὰ τὴν ἐχεμυθίαν; θεῖον γὰρ ἡγοῦνται τὴν σιωπήν. ἐπεὶ οὖν καὶ ὑμεῖς, Μολοττικοὶ κύνες, πάντα μὲν σιωπᾶτε, πυθαγορίζετε δὲ οὔ, ἡμεῖς μὲν ἄλλους ἰχθυολογήσομεν.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: