ἀλλ᾽ οὐ πολλοὶ ἴσασι βροτῶν τόδε θεῖον ἔδεσμαἦν δ᾽ ὁ Διόδωρος οὗτος τὸ μὲν γένος Ἀσπένδιος, Πυθαγορικὸς δὲ δόξας εἶναι ὑμῶν τῶν κυνικῶν τρόπον ἔζη, κομῶν καὶ ῥυπῶν καὶ ἀνυποδητῶν. ὅθεν καὶ Πυθαγορικὸν τὸ τῆς κόμης ἔδοξαν εἶναί τινες ἀπὸ τοῦ Διοδώρου προαχθέν, ὥς φησιν Ἕρμιππος. Τίμαιος δ᾽ ὁ Ταυρομενίτης ἐν τῇ ἐνάτῃ τῶν ἱστοριῶν ῾FHG I 211' 'περὶ αὐτοῦ γράφει οὕτως: ‘Διοδώρου τοῦ τὸ γένος Ἀσπενδίου τὴν ἐξηλλαγμένην εἰσαγαγόντος κατασκευὴν καὶ τοῖς Πυθαγορείοις πεπλησιακέναι προσποιηθέντος: πρὸς ὃν ἐπιστέλλων ὁ Στρατόνικος ἐκέλευσε τὸν ἀπαίροντα τὸ ῥηθὲν ἀπαγγεῖλαι
οὐδ᾽ ἔσθειν ἐθέλουσιν, ὅσοι κεπφαττελεβώδη
ψυχὴν κέκτηνται θνητῶν εἰσίν τ᾽ ἀπόπληκτοι,
ὡς ἀνθρωποφάγου τοῦ θηρίου ὄντος: ἅπας δὲ
ἰχθὺς σάρκα φιλεῖ βροτέην, ἄν που περικύρσῃ:
ὥστε πρέπει καθαρῶς ὁπόσοι τάδε μωρολογοῦσι
τοῖς λαχάνοις προσάγειν καὶ πρὸς Διόδωρον ἰόντας
τὸν σοφὸν ἐγκρατέως μετ᾽ ἐκείνου πυθαγορίζειν.
τῷ περὶ θηροπέπλου μανίας ὕβρεώς τε περιστάσιμονΣωσικράτης δ᾽ ἐν τρίτῳ φιλοσόφων διαδοχῆς βαθεῖ πώγωνι χρήσασθαι τὸν Διόδωρον ἱστορεῖ καὶ τρίβωνα ἀναλαβεῖν κόμην τε φορῆσαι [καὶ] κατά τινα τῦφον τὴν ἐπιτήδευσιν ταύτην εἰσαγαγόντα, τῶν πρὸ αὐτοῦ Πυθαγορικῶν λαμπρᾷ τε ἐσθῆτι ἀμφιεννυμένων καὶ λουτροῖς καὶ ἀλείμμασι κουρᾷ τε τῇ συνήθει χρωμένων.
στοὰν ἔχοντι Πυθαγόρου πελάτᾳ.