previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὑμεῖς δὲ ξυρουμένους τὰ γένεια περιφέρετε τοὺς
ἐρωμένους: τοῦ ξύρεσθαι τὸν πώγωνα κατ᾽ Ἀλέξανδρον εὑρημένου, ὥς φησιν ὑμῶν Χρύσιππος ἐν τῷ τετάρτῳ περὶ τοῦ Καλοῦ καὶ τῆς Ἡδονῆς. οὐκ ἀκαίρως δ᾽, ὡς ἐμαυτὸν πείθω, μεμνήσομαι τῆς λέξεως: χαίρω γὰρ πάνυ τῷ ἀνδρὶ διά τε τὴν πολυμαθίαν καὶ τὴν τοῦ ἤθους ἐπιείκειαν. λέγει δὲ οὕτως φιλόσοφος: ‘τὸ ξύρεσθαι τὸν πώγωνα κατ᾽ Ἀλέξανδρον προῆκται, τῶν προτέρων οὐ χρωμένων αὐτῷ. καὶ γὰρ Τιμόθεος αὐλητὴς πώγωνα μέγαν ἔχων ηὔλει, καὶ ἐν Ἀθήναις διατηροῦσιν οὐ σφόδρα ἀρχαῖον τὸν πρῶτον περικειράμενον παρωνύμιον ἔχειν Κόρσην.' —διὸ καὶ Ἄλεξις ἔφη που II 394 K':'
<ἂν> πιττοκοπούμενόν τιν᾽ ξυρούμενον
ὁρᾷς, τοῦτον ἔχει τι θάτερον:
γὰρ στρατεύειν ἐπινοεῖν μοι φαίνεται
καὶ πάντα τῷ πώγωνι δρᾶν ἐναντία,
πλουσιακὸν τούτῳ <τι> προσπίπτει κακόν.
τί γὰρ αἱ τρίχες λυποῦσιν ἡμᾶς, πρὸς θεῶν;
δι᾽ ἃς ἀνὴρ ἕκαστος ἡμῶν φαίνεται,
εἰ μή τι ταύταις ἀντιπράττεσθ᾽ ὑπονοεῖς; —
Διογένης δὲ ἰδών τινα οὕτως ἔχοντα τὸ γένειον ἔφησεν: ‘μή τι ἔχεις ἐγκαλεῖν τῇ φύσει, ὅτι ἄνδρα σὲ ἐποίησε καὶ οὐ γυναῖκα; ἕτερον δέ τινα ἐπὶ ἵππου ἰδὼν παραπλησίως ἔχοντα καὶ μεμυρισμένον καὶ τούτοις ἀκολούθως ἠμφιεσμένον, πρότερον μὲν ἔφησε ζητεῖν τί ἐστιν ἱππόπορνος, νῦν δ᾽ εὑρηκέναι. ἐν Ῥόδῳ δὲ νόμου ὄντος μὴ ξύρεσθαι οὐδ᾽ ἐπιληψόμενος οὐδείς ἐστιν διὰ τὸ πάντας ξύρεσθαι. ἐν Βυζαντίῳ δὲ ζημίας ἐπικειμένης τῷ ἔχοντι [κουρεῖ] ξυρὸν οὐδὲν ἧττον πάντες χρῶνται αὐτῷ.' καὶ ταῦτα μὲν θαυμάσιος εἴρηκε Χρύσιππος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: