πολλοῖς δ᾽ ἀντιλέγεινκατὰ τὸν Πάριον Εὔηνον ῾II 269 B' '
ἔθος περὶ παντὸς ὁμοίως,
ὀρθῶς δ᾽ ἀντιλέγειν οὐκ ἔτι τοῦτ᾽ ἐν ἔθει:
καὶ πρὸς μὲν τούτους ἀρκεῖ λόγος εἷς ὁ παλαιός:
‘σοὶ μὲν ταῦτα δοκοῦντ᾽ ἔστω, ἐμοὶ δὲ τάδε.'
τοὺς ξυνετοὺς δ᾽ ἄν τις πείσειε τάχιστα λέγων εὖ,
οἵπερ καὶ ῥᾴστης εἰσὶ διδασκαλίας.