previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δοκεῖ γὰρ ἔχειν πρὸς φιλίαν τι οἶνος ἑλκυστικόν, παραθερμαίνων τὴν ψυχὴν καὶ διαχέων. διόπερ οὐδὲ πρότερον ἠρώτων οἵτινες εἶεν ἀλλ᾽ ὕστερον, ὡς τὴν ξενίαν αὐτὴν τιμῶντες, ἀλλ᾽ οὐ τοὺς ἐν μέρει καὶ καθ᾽ ἕκαστον ἡμῶν. τῶν δὲ νῦν δείπνων προνοοῦντες οἱ νομοθέται τά τε φυλετικὰ [δεῖπνα] καὶ τὰ δημοτικὰ προσέταξαν, ἔτι δὲ τοὺς θιάσους καὶ τὰ φρατρικὰ καὶ πάλιν <τὰ> ὀργεωνικὰ λεγόμενα. πολλῶν γοῦν εἰσι φιλοσόφων ἐν ἄστει σύνοδοι τῶν μὲν Διογενιστῶν, τῶν δὲ Ἀντιπατριστῶν λεγομένων, τῶν δὲ Παναιτιαστῶν. κατέλιπε δὲ καὶ Θεόφραστος εἰς τὴν τοιαύτην σύνοδον χρήματα, μὰ Δί᾽ οὐχ ἵνα ἀκολασταίνωσι συνιόντες, ἀλλ᾽ ἵνα τὰ κατὰ τὸν τοῦ συμποσίου νόμον σωφρόνως καὶ πεπαιδευμένως διεξάγωσι. συνεδείπνουν δ᾽ ὁσημέραι οἱ περὶ πρύτανιν σώφρονα καὶ σωτήρια τῶν πόλεων σύνδειπνα. πρὸς γοῦν τοιοῦτο συμπόσιόν φησιν Δημοσθένης ἀνενηνέχθαι τὴν Ἐλατείας κατάληψιν 18, 169':' ‘ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δὲ ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις ὡς Ἐλάτεια κατείληπται.' καὶ τοῖς φιλοσόφοις δὲ ἐπιμελὲς ἦν συνάγουσι τοὺς νέους μετ᾽ αὐτῶν πρός τινα τεταγμένον νόμον εὐωχεῖσθαι. τοῦ γοῦν Ξενοκράτους ἐν Ἀκαδημείᾳ καὶ πάλιν Ἀριστοτέλους fr. 167 R' 'συμποτικοί τινες ἦσαν νόμοι. τὰ δ᾽ ἐν Σπάρτῃ φιδίτια καὶ τὰ παρὰ τοῖς Κρησὶν ἀνδρεῖα μετὰ πάσης ἐπιμελείας αἱ πόλεις συνῆγον. διὸ καί τις οὐ κακῶς ἔφη P. L. II 73 B':'
οὐ χρὴ συμποσίοιο φίλους ἀπέχεσθαι ἑταίρους
δηρόν: ἀνάμνησις δὲ πέλει χαριεστάτη αὕτη.
Ἀντίπατρος δ᾽ φιλόσοφος συμπόσιόν ποτε συνάγων συνέταξε τοῖς ἐρχομένοις ὡς περὶ σοφισμάτων ἐροῦσιν. Ἀρκεσίλαον δέ φησιν εἰς συμπόσιον παρακληθέντα καὶ συγκατακλιθέντα ἑνὶ τῶν βορῶς ἐσθιόντων, αὐτὸν δὲ μηδενὸς ἀπολαῦσαι δυνάμενον, ἐπεί τις αὐτῷ τῶν παρόντων ἐξέτεινεν, φάναι Eur. fr. 702':'
εὖ σοι γένοιτο, Τηλέφῳ δ᾽ ἁγὼ νοῶ:
ἔτυχε δ᾽ κατοψοφαγῶν Τήλεφος καλούμενος. δὲ Ζήνων ἐπεί τις τῶν παρόντων ὀψοφάγων ἀπέσυρεν ἅμα τῷ παρατεθῆναι τὸ ἐπάνω τοῦ ἰχθύος, στρέψας καὶ αὐτὸς τὸν ἰχθὺν ἀπέσυρεν ἐπιλέγων Eur. Bacch. 1129':'
Ἰνὼ δὲ τἀπὶ θάτερ᾽ ἐξειργάζετο.
Σωκράτης δ᾽ ἰδών τινα ἀμέτρως τῇ ἐποψήσει χρώμενον παρόντες, ἔφη, τίς ὑμῶν τῷ μὲν ἄρτῳ ὡς ὄψῳ χρῆται, τῷ δ᾽ ὄψῳ ὡς ἄρτῳ.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: