Φερεκράτης Κοριαννοῖ ῾I 164 K':'ὅτι δὲ μεγάλοις ποτηρίοις αἱ γυναῖκες ἐχρῶντο ὁ αὐτὸς εἴρηκε Φερεκράτης ἐν Τυραννίδι διὰ τούτων ῾ib. 187':'
ἐκ τοῦ βαλανείου γὰρ δίεφθος ἔρχομαι,
ξηρὰν ἔχουσα τὴν φάρυγα. Β. δώσω πιεῖν.
Α. γλίσχρον γέ μοὐστὶ τὸ σίαλον νὴ τὼ θεώ.
Β. εἰ λάβω κυρισοι τὴν κυλίσκην; Α. μηδαμῶς
μικράν γε. κινεῖται γὰρ εὐθύς μοι χολή,
ἐξ οὗπερ ἔπιον ἐκ τοιαύτης φάρμακον.
εἰς τὴν ἐμὴν νῦν ἔγχεον τὴν μείζονα.
εἶτ᾽ ἐκεραμεύσαντο τοῖς μὲν ἀνδράσιν ποτήρια
πλατέα, τοίχους οὐκ ἔχοντ᾽, ἀλλ᾽ αὐτὸ τοὔδαφος μόνον,
κοὐχὶ χωροῦντ᾽ οὐδὲ κόγχην, ἐμφερῆ γευστηρίοις:
σφίσι δέ <γ᾽> αὐταῖσιν βαθείας κύλικας ὥσπερ ὁλκάδας
οἰναγωγούς, περιφερεῖς, λεπτάς, μέσας, γαστροιίδας,
οὐκ ἀβούλως, ἀλλὰ πόρρωθεν κατεσκευασμέναι
αὔθ᾽ ὅπως ἀνεκλογίστως πλεῖστος οἶνος ἐκποθῇ.
εἶθ᾽ ὅταν τὸν οἶνον αὐτὰς αἰτιώμεθ᾽ ἐκπιεῖν,
λοιδοροῦνται κὠμνύουσι μὴ 'κπιεῖν ἀλλ᾽ ἢ μίαν.
ἣ δὲ κρείττων ἡ μί᾽ ἐστὶ χιλίων ποτηρίων.