previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοσαῦτα τοῦ Μυρτίλου ἑξῆς καταλέξαντος καὶ πάντων αὐτὸν ἐπὶ τῇ μνήμῃ θαυμασάντων Κύνουλκος ἔφη:
πουλυμαθημοσύνης, τῆς οὐ κενεώτερον οὐδέν,
Ἵππων ἔφη ἄθεος Bergk PL II 259'.' ἀλλὰ καὶ Ἡράκλειτος θεῖός φησι fr. 16 Byw':' ‘πουλυμαθίη νόον [ἔχειν] οὐ διδάσκει.' καὶ Τίμων δὲ ἔφη fr. 65 W':'
ἐν δὲ πλατυσμὸς
πουλυμαθημοσύνης, τῆς οὐ κενεώτερον ἄλλο.
τί γὰρ ὄφελος τῶν τοσούτων ὀνομάτων, γραμματικέ, πάντων ἐπιτρῖψαι μᾶλλον σωφρονίσαι δυναμένων τοὺς ἀκούοντας. καὶ ἐὰν μέν τίς σου πύθηται τίνες ἦσαν οἱ εἰς τὸν δούρειον ἵππον ἐγκατακλεισθέντες, ἑνὸς καὶ δευτέρου ἴσως ἐρεῖς ὄνομα: καὶ οὐδὲ ταῦτ᾽ ἐκ τῶν Στησιχόρου, σχολῇ γάρ, ἀλλ᾽ ἐκ τῆς Ἀγία τοῦ Ἀργείου Ἰλίου Πέρσιδος: οὗτος γὰρ παμπόλλους τινὰς κατέλεξεν. ἀλλὰ μὴν οὐδὲ τῶν Ὀδυσσέως ἑταίρων ἔχοις ἂν οὕτως εὐρύθμως καταλέξαι τὰς προσηγορίας καὶ τίνες οἱ ὑπὸ τοῦ Κύκλωπος αὐτῶν καταβρωθέντες ὑπὸ τῶν Λαιστρυγόνων καὶ εἰ ὄντως κατεβρώθησαν: ὅστις [οὖν] οὐδὲ τοῦτ᾽ οἶδας, καίτοι συνεχῶς Φυλάρχου μνήμην ποιούμενος FHG I 346' 'ὅτι ἐν ταῖς Κείων πόλεσιν οὔτε ἑταίρας οὔτε αὐλητρίδας ἰδεῖν ἔστι.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: