previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ οἱ καλούμενοι δὲ ἱλαρῳδοί, οὓς νῦν τινες σιμῳδοὺς καλοῦσιν, ὡς Ἀριστοκλῆς φησιν ἐν α# περὶ Χορῶν FHG IV 331',' τῷ τὸν Μάγνητα Σῖμον διαπρέψαι μᾶλλον τῶν διὰ τοῦ ἱλαρῳδεῖν ποιητῶν, συνεχῶς ἡμῖν ἐπεφαίνοντο. καταλέγει δ᾽ Ἀριστοκλῆς καὶ τούσδε ἐν τῷ περὶ Μουσικῆς γράφων ὧδε l. s':' ‘μαγῳδός: οὗτος δ᾽ ἐστὶν αὐτὸς τῷ λυσιῳδῷ. Ἀριστόξενος δέ φησι FHG II 285' 'τὸν μὲν ἀνδρεῖα καὶ γυναικεῖα πρόσωπα ὑποκρινόμενον μαγῳδὸν καλεῖσθαι, τὸν δὲ γυναικεῖα ἀνδρείοις λυσιῳδόν: τὰ αὐτὰ δὲ μέλη ᾁδουσιν, καὶ τἄλλα πάντα δ᾽ ἐστὶν ὅμοια. δὲ ἰωνικολόγος τὰ Σωτάδου καὶ τῶν πρὸ τούτου ἰωνικὰ καλούμενα ποιήματα Ἀλεξάνδρου τε τοῦ Αἰτωλοῦ καὶ Πύρητος τοῦ Μιλησίου καὶ Ἀλέξου καὶ ἄλλων τοιούτων ποιητῶν προφέρεται. καλεῖται δ᾽ οὗτος καὶ κιναιδολόγος. ἤκμασεν δ᾽ ἐν τῷ εἴδει τούτῳ Σωτάδης Μαρωνείτης, ὥς φησι Καρύστιος Περγαμηνὸς ἐν τῷ περὶ αὐτοῦ [Σωτάδου] συγγράμματι FHG IV 359' 'καὶ τοῦ Σωτάδου υἱὸς Ἀπολλώνιος. ἔγραψεν δὲ καὶ οὗτος περὶ τῶν τοῦ πατρὸς ποιημάτων σύγγραμμα: ἐξ οὗ ἔστι κατιδεῖν τὴν ἄκαιρον παρρησίαν τοῦ Σωτάδου, κακῶς μὲν εἰπόντος Λυσίμαχον τὸν βασιλέα ἐν Ἀλεξανδρείᾳ, Πτολεμαῖον δὲ τὸν Φιλάδελφον παρὰ Λυσιμάχῳ, καὶ ἄλλους τῶν βασιλέων ἐν ἄλλαις τῶν πόλεων: διόπερ τῆς δεούσης ἔτυχε τιμωρίας. ἐκπλεύσαντα γὰρ αὐτὸν τῆς Ἀλεξανδρείας, ὥς φησιν Ἡγήσανδρος ἐν τοῖς Ὑπομνήμασιν FHG IV 415',' καὶ δοκοῦντα διαπεφευγέναι τὸν κίνδυνονεἰρήκει γὰρ εἰς τὸν βασιλέα Πτολεμαῖον πολλὰ δεινά, ἀτὰρ καὶ τόδε, ὅτε τὴν ἀδελφὴν Ἀρσινόην ἐγεγαμήκει:
εἰς οὐχ ὁσίην τρυμαλιὴν τὸ κέντρον ὤθει
Πάτροκλος οὖν τοῦ Πτολεμαίου στρατηγὸς ἐν Καύνῳ τῇ νήσῳ λαβὼν αὐτὸν καὶ εἰς μολυβῆν κεραμίδα ἐμβαλὼν καὶ ἀναγαγὼν εἰς τὸ πέλαγος κατεπόντωσε. τοιαύτη δ᾽ ἐστὶν αὐτοῦ ποίησις: Θεοδώρου τοῦ αὐλητοῦ Φιλῖνος ἦν πατήρ, εἰς ὃν ταῦτ᾽ ἔγραψεν:
δ᾽ ἀποστεγάσας τὸ τρῆμα τῆς ὄπισθε λαύρης,
διὰ δενδροφόρου φάραγγος ἐξέωσε βροντὴν
ἠλέματον, ὁκοίην ἀροτὴρ γέρων χαλᾷ βοῦς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: