previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ Κύνουλκος: ‘πολλοί τινες παρῳδιῶν ποιηταὶ γεγόνασιν, ἑταῖρε: ἐνδοξότατος δ᾽ ἦν Εὔβοιος Πάριος, γενόμενος τοῖς χρόνοις κατὰ Φίλιππον. οὗτός ἐστιν καὶ Ἀθηναίοις λοιδορησάμενος, καὶ σῴζεται αὐτοῦ τῶν παρῳδιῶν βιβλία τέσσαρα. μνημονεύει δ᾽ αὐτοῦ Τίμων ἐν τῷ πρώτῳ τῶν Σίλλων fr. 39 W'.' Πολέμων δ᾽ ἐν τῷ δωδεκάτῳ τῶν πρὸς Τίμαιον περὶ τῶν τὰς παρῳδίας γεγραφότων ἱστορῶν τάδε γράφει fr. 45 Pr':' ‘καὶ τὸν Βοιωτὸν δὲ καὶ τὸν Εὔβοιον τοὺς τὰς παρῳδίας γράψαντας λογίους ἂν φήσαιμι διὰ τὸ παίζειν ἀμφιδεξίως καὶ τῶν προγενεστέρων ποιητῶν ὑπερέχειν ἐπιγεγονότας. εὑρετὴν μὲν οὖν τοῦ γένους Ἱππώνακτα φατέον τὸν ἰαμβοποιόν. λέγει γὰρ οὗτος ἐν τοῖς ἑξαμέτροις fr. 85 B4':'
Μοῦσά μοι Εὐρυμεδοντιάδεα, τὴν παντοχάρυβδιν,
τὴν ἐγγαστριμάχαιραν, ὃς ἐσθίει οὐ κατὰ κόσμον Od. 20.181','
ἔννεφ᾽, ὅπως ψηφῖδι <κακὸς> κακὸν οἶτον ὀλεῖται Il. 3.417'
βουλῇ δημοσίῃ παρὰ θῖν᾽ ἁλὸς ἀτρυγέτοιο Il. 1.316'.'
κέχρηται δὲ καὶ Ἐπίχαρμος Συρακόσιος ἔν τισι τῶν δραμάτων ἐπ᾽ ὀλίγον καὶ Κρατῖνος τῆς ἀρχαίας κωμῳδίας ποιητὴς ἐν Εὐνείδαις καὶ τῶν κατ᾽ αὐτὸν Ἡγήμων Θάσιος, ὃν ἐκάλουν Φακῆν. λέγει γὰρ οὕτως p. 42 Brandt':'
ἐς δὲ Θάσον μ᾽ ἐλθόντα μετεωρίζοντες ἔβαλλον
πολλοῖσι σπελέθοισι, καὶ ὧδέ τις εἶπε παραστάς:
πάντων ἀνδρῶν βδελυρώτατε, τίς σ᾽ ἀνέπεισε
καλὴν <ἐς> κρηπῖδα ποσὶν τοιοῖσδ᾽ ἀναβῆναι;
τοῖσι δ᾽ ἐγὼ πᾶσιν μικρὸν μετὰ τοῦτ᾽ ἔπος εἶπον:
μνέα μ᾽ ἀνέπεισε γέροντα καὶ οὐκ ἐθέλοντ᾽ ἀναβῆναι
καὶ σπάνις, πολλοὺς Θασίων εἰς ὁλκάδα βάλλει
εὐκούρων βδελυρῶν, ὀλλύντων τ᾽ ὀλλυμένων τε
ἀνδρῶν, οἳ [καὶ] νῦν κεῖθι κακῶς κακὰ ῥαψῳδοῦσιν:
οἷς καὶ ἐγὼ μετὰ τοῖσιν τὰ χρηίζων ἐποίθησα.
αὖθις δ᾽ οὐκ ἐπὶ κέρδος ἀπείσομαι εἰς Θασίους
μηθὲν πημαίνων κλυτὸν ἄργυρον ἐγγυαλίξων,
μή τίς μοι κατὰ οἶκον Ἀχαιάδων νεμεσήσῃ Od. 2.101'
πεσσομένης ἀλόχου τὸν ἀχαικὸν ἄρτον ἐν οἴκοις,
καί ποτέ τις εἴπῃ σμικρὸν τυροῦντ᾽ ἐσιδοῦσα Il. 6.459','
ὡς φιλίων ωρμην παρ᾽ Ἀθηναίοισιν ἀείσας
πεντήκοντ᾽ ἔλαβε δραχμάς, σὺ δὲ μικρὸν ἐπέψω.'
ταῦτά μοι ὁρμαίνοντι παρίστατο Παλλὰς Ἀθήνη Od. 3.222','
χρυσῆν ῥάβδον ἔχουσα, καὶ ἤλασεν εἶπέ τε φωνῇ:
δεινὰ παθοῦσα Φακῆ βδελυρά, χώρει 'ς τὸν ἀγῶνα.'
καὶ τότε δὴ θάρσησα καὶ ἤειδον πολὺ μᾶλλον Il. 1.92'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (4 total)
  • Cross-references from this page (4):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: