ὦ μάκαρ, ἥτις ἔχουσ᾽ ἐνὶ δωματίῳ στρουθίον ἀεροφόρητονπλέκεται δ᾽ οὗτος ἐκ τοῦ στρουθίου καλουμένου ἄνθους, οὗ μνημονεύει Θεόφραστος ἐν ἕκτῳ Φυτικῆς Ἱστορίας ῾c. 8, 3' 'ἐν τούτοις: ‘ἀνθεῖ δὲ καὶ ἡ ἶρις τοῦ θέρους καὶ τὸ στρούθιον καλούμενον, ὃ τῇ μὲν ὄψει καλὸν ἄνθος, ἄοσμον δέ.' Γαλήνη δ᾽ ἡ Σμυρναία στρουθιον αὐτὸν ὀνομάζει. ΠΟΘΟΣ. οὕτως τις στέφανος ὀνομάζεται, ὡς Νίκανδρός φησιν ὁ Κολοφώνιος ἐν Γλώσσαις ῾fr. 144 Schn':' καὶ ἴσως ὁ ἀπὸ τοῦ οὕτω καλουμένου [πόθου] ἄνθους πλεκόμενος, οὗ μνημονεύει ὁ αὐτὸς Θεόφραστος ἐν τῷ ἕκτῳ τῶν Φυτικῶν γράφων ὧδε ῾l. s':' ‘τὰ δὲ θερινὰ μᾶλλον, ἥ τε λυχνὶς καὶ τὸ Διὸς <ἄνθος> καὶ τὸ κρίνον καὶ <τὸ> ἴφυον καὶ ἀμάρακος ὁ Φρύγιος, ἔτι δὲ ὁ πόθος καλούμενος. οὗτος δέ ἐστι διττός, ὃ μὲν ἔχων τὸ ἄνθος ὅμοιον ὑακίνθῳ, ὁ δ᾽ ἕτερος ἄχρως, ἔκλευκος, ᾧ χρῶνται πρὸς τοὺς τάφους.' καταλέγει δὲ Εὔβουλος καὶ ἄλλους στεφάνους ῾II 200 K':'
λεπτότατον περὶ σῶμα συνίλλεται [τε]
ἡδυπότατον περὶ νυμφίον εὔτριχα,
Κισσὸς ὅπως Καλάμῳ περιφύεται
αὐξόμενος ἔαρος ὀλολυγόνος
ἔρωτι κατατετηκώς.
Αἰγίδιον, σὺ δὲ τόνδε φορήσειςκἀν τοῖς ἑξῆς τάδε φησί ῾ib. 198':'
στέφανον πολυποίκιλον ἀνθέων,
γρυπότατον, χαριέστατον, ὦ Ζεῦ:
τίς γὰρ αὐτὸν ἔχουσα φιλήσει.
στεφάνους ἴσως βούλεσθε: πότερ᾽ ἑρπυλλίνους
ἢ μυρτίνους ἢ τῶν διηνθημένων;
Β. τῶν μυρτίνων βουλόμεθα τουτωνί: σὺ <δὲ>
τά γ᾽ ἄλλα πώλει πάντα πλὴν τῶν μυρτίνων.