previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΛΑΓΩΣ. περὶ τούτου μὲν ὀψοδαίδαλος Ἀρχέστρατος οὕτως φησί fr. 57 R':'
τοῦ δὲ λαγὼ πολλοί τε τρόποι πολλαί τε θέσεις
σκευασίας εἰσίν. κεῖνος δ᾽ οὖν ἐστιν ἄριστος,
ἂν πεινῶσι μεταξὺ φέρῃς κρέας ὀπτὸν ἑκάστῳ,
θερμόν, ἁπλῶς ἁλίπαστον, ἀφαρπάζων ὀβελίσκου
μικρὸν ἐνωμότερον. μὴ λυπείτω δέ σ᾽ ὁρῶντα
ἰχῶρα στάζοντα κρεῶν, ἀλλ᾽ ἔσθιε λάβρως.
αἱ δ᾽ ἄλλαι περίεργοι ἔμοιγ᾽ εἰσὶν διὰ παντὸς
σκευασίαι, γλοιῶν καταχύσματα καὶ κατάτυρα
καὶ κατέλαια λίαν, ὥσπερ γαλῇ ὀψοποιούντων.
Ναυσικράτης δ᾽ κωμῳδιοποιὸς ἐν Περσίδι σπανίως, φησίν, ἔστιν εὑρεῖν δασύποδα περὶ τὴν Ἀττικήν: λέγει δὲ ὧδε II 296 K':'
ἐν τῇ γὰρ Ἀττικῇ τίς εἶδε πώποτε
λέοντας τοιοῦτον ἕτερον θηρίον;
οὗ δασύποδ᾽ εὑρεῖν ἐστιν οὐχὶ ῥᾴδιον.
Ἀλκαῖος δ᾽ ἐν Καλλιστοῖ καὶ ὡς πολλῶν ὄντων ἐμφανίζει διὰ τούτων I 759 K':'
κορίαννον ἵνα τί λεπτόν; Β. ἵνα τοὺς δασύποδας
οὓς ἂν λάβωμεν ἁλσὶ διαπάττειν ἔχῃς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: