previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τί δεῖ πρὸς τούτοις ἔτι παρατίθεσθαι τὰ ἐκ Ταγηνιστῶν τοῦ χαρίεντος Ἀριστοφάνους I 523 K'; πάντες γὰρ τῆς καταχήνης αὐτοῦ πλήρεις ἐστέ. τῶν δὲ Μεταγένους ἐκ Θουριοπερσῶν μνημονεύσας καταπαύσω τὸν λόγον, μακρὰ χαίρειν εἰπὼν ταῖς Νικοφῶντος Σειρῆσιν, ἐν αἷς τάδε γέγραπται I 777 K':'
νιφέτω μὲν ἀλφίτοις,
ψακαζέτω δ᾽ ἄρτοισιν, ὑέτω δ᾽ ἔτνει,
ζωμὸς διὰ τῶν ὁδῶν κυλινδείτω κρέα,
πλακοῦς ἑαυτὸν ἐσθίειν κελευέτω.
ἀλλ᾽ γε Μεταγένης τάδε φησίν I 706 K':'
μὲν [ποταμὸς Κρᾶθις] ἡμῖν καταφέρει
μάζας μεγίστας αὐτομάτας μεμαγμένας,
δ᾽ ἕτερος ὠθεῖ κῦμα ναστῶν καὶ κρεῶν
ἑφθῶν τε βατίδων εἰλυομένων αὐτόσε:
τὰ δὲ μικρὰ ταυτὶ ποτάμι᾽ ἐνμεντευθενὶ
ῥεῖ τευθίσιν ὀπταῖς καὶ φάγροις καὶ καράβοις,
ἐντευθενὶ δ᾽ ἀλλᾶσι καὶ περικόμμασι,
τῃδὶ δ᾽ ἀφύαισι, τῇδε δ᾽ αὖ ταγηνίαις.
τεμάχη δ᾽ ἄνωθεν αὐτόματα πεπνιγμένα
εἰς τὸ στόμ᾽ ᾁττει, τὰ δὲ παρ᾽ αὐτὼ τὼ πόδε.
ἄμυλοι δὲ περινέουσιν ἡμῖν ἐν κύκλῳ.
οἶδα δὲ ὅτι καὶ οἱ Θουριοπέρσαι καὶ τὸ τοῦ Νικοφῶντος δρᾶμα ἀδίδακτά ἐστι, διόπερ καὶ τελευταίων αὐτῶν ἐμνήσθην.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: