previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μέχρι μὲν τούτων μνημονεύω τῶν ὑπὸ τοῦ Μάχωνος εἰρημένων. αἱ γὰρ καλαὶ ἡμῶν Ἀθῆναι τοσοῦτον πλῆθος ἤνεγκαν ἑταιρῶν, περὶ ὧν ἐπεξελεύσομαι ὅσον γε δύναμαι, ὅσον ὄχλον εὐανδροῦσα πόλις οὐκ ἔσχεν. ἀναγέγραφε γοῦν Ἀριστοφάνης μὲν Βυζάντιος ἑκατὸν καὶ λε#, Ἀπολλόδωρος δὲ τούτων πλείους, Γοργίας δὲ πλέονας, παραλειφθῆναι φάσκοντες ὑπὸ τοῦ Ἀριστοφάνους μετὰ ἑταιρῶν πλειόνων καὶ τάσδε, .... τὴν Πάροινον ἐπικληθεῖσαν καὶ Λαμπυρίδα καὶ Εὐφροσύνην: αὕτη δὲ ἦν γναφέως θυγάτηρ. ἄγραφοι δ᾽ εἰσὶν αὐτῷ Μεγίστη, Ἀγαλλίς, Θαυμάριον, Θεόκλεια ῾αὕτη δ᾽ ἐπεκαλεῖτο Κορώνἠ, Ληναιτόκυστος, Ἄστρα, Γνάθαινα καὶ ταύτης θυγατριδῆ Γναθαίνιον, καὶ Σιγὴ καὶ Συνωρὶς Λύχνος ἐπικαλουμένη καὶ Εὔκλεια καὶ Γρυμέα καὶ Θρυαλλίς, ἔτι Χίμαιρα καὶ Λαμπάς. τῆς δὲ Γναθαίνης ἤρα δεινῶς, ὡς καὶ πρότερον εἴρηται p. 579e',' Δίφιλος κωμῳδιοποιός, ὡς καὶ Λυγκεὺς Σάμιος ἐν τοῖς Ἀπομνημονεύμασιν ἱστορεῖ. ἐν ἀγῶνι οὖν ποτε αὐτὸν ἀσχημονήσαντα σφόδρα ἀρθῆναι ἐκ τοῦ θεάτρου συνέβη καὶ οὐδὲν ἧττον ἐλθεῖν πρὸς τὴν Γνάθαιναν. κελεύοντος οὖν τοῦ Διφίλου ὑπονίψαι τοὺς πόδας αὐτοῦ τὴν Γνάθαιναν, δὲτί γάρ, εἶπεν, οὐκ ἠρμένος ἥκεις; σφόδρα δ᾽ ἦν εὔθικτος πρὸς τὰς ἀποκρίσεις Γνάθαινα. καὶ ἄλλαι δὲ ἑταῖραι μέγα ἐφρόνουν ἐφ᾽ αὑταῖς, παιδείας ἀντεχόμεναι καὶ τοῖς μαθήμασι χρόνον ἀπομερίζουσαι: διόπερ καὶ εὔθικτοι πρὸς τὰς ἀπαντήσεις ἦσαν. κατηγοροῦντος γοῦν ποτε Στίλπωνος Γλυκέρας παρὰ πότον ὡς διαφθειρούσης τοὺς νέους, ὥς φησι Σάτυρος ἐν τοῖς Βίοις FHG III 164',' ὑποτυχοῦσα Γλυκέρατὴν αὐτήν, ἔφη, ἔχομεν αἰτίαν, Στίλπων. σέ τε γὰρ λέγουσιν διαφθείρειν τοὺς ἐντυγχάνοντάς σοι ἀνωφελῆ καὶ ἐριστικὰ σοφίσματα διδάσκοντα, ἐμέ τε ὡσαύτως. μηθὲν οὖν διαφέρειν ἐπιτριβομένοις καὶ κακῶς πάσχουσιν [ἢ] μετὰ φιλοσόφου ζῆν ἑταίρας.' κατὰ γὰρ τὸν Ἀγάθωνα fr. 14 N' '
γυνὴ τὸ σῶμα δι᾽ ἀργίαν
ψυχῆς φρόνησιν ἐντὸς οὐκ ἀργὸν φορεῖ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: