πιεῖν δὲ θάνατος οἶνον, ἂν ὕδωρ ἐπῇ.καὶ Βακχυλίδης ῾fr. 24 B':'
ἀλλ᾽ ἴσον ἴσῳ μάλιστ᾽ ἀκράτου δύο χοᾶς
πίνουσ᾽ ἀπ᾽ ἀγκύλης, ἐπονομάζουσ᾽ <ἅμα>
ἵησι λάταγας τῷ Κορινθίῳ πέει.
εὖτε τὴν ἀπ᾽ ἀγκύλης ἵησι τοῖς νεανίαις,ἐντεῦθεν ἐννοοῦμεν τοὺς παρ᾽ Αἰσχύλῳ ῾fr. 179 N' 'ἀγκυλητοὺς κοττάβους. λέγονται δὲ καὶ δόρατα ἀγκυλητὰ καὶ μεσάγκυλα ἄλλα: ἀπὸ ἀγκύλης ἤτοι τῆς δεξιᾶς χειρός. καὶ ἡ κύλιξ δὲ [ἡ] ἀγκύλη διὰ τὸ ἐπαγκυλοῦν τὴν δεξιὰν χεῖρα ἐν τῇ προέσει. ἦν γὰρ τοῖς παλαιοῖς πεφροντισμένον καλῶς καὶ εὐσχημόνως κότταβον προίεσθαι. καὶ οἱ πολλοὶ ἐπὶ τούτῳ μᾶλλον ἐφρόνουν μέγα ἢ ἐπὶ τῷ εὖ ἀκοντίζειν. ὠνομάσθη οὖν ἀπὸ τοῦ τῆς χειρὸς σχηματισμοῦ, ὃν ποιούμενοι εὐρύθμως ἐρρίπτουν εἰς τὸ κοττάβιον. καὶ οἴκους δὲ ἐπιτηδείους κατεσκεύαζον εἰς ταύτην τὴν παιδιάν.
λευκὸν ἀντείνουσα πῆχυν.