previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

μετὰ ταῦτ᾽, οἶμαι, καὶ περὶ κοττάβων ζήτησις ἦν καὶ τῶν ἀποκοτταβιζόντων. οὓς οἰηθείς τις τῶν παρόντων ἰατρῶν εἶναι τούτων οἳ ἀπὸ βαλανείου καθάρσεως ἕνεκα τοῦ στομάχου πίνοντες ἄμυστιν ἀποβλύζουσιν, ἔφη οὐκ εἶναι παλαιὰν ταύτην παράδοσιν οὐδ᾽ εἰδέναι τινὰ τῶν ἀρχαίων ταύτῃ τῇ καθάρσει χρησάμενον. δι᾽ καὶ Ἐρασίστρατον τὸν Ἰουλιήτην ἐν τῇ περὶ τῶν Καθόλου πραγματείᾳ ἐπιτιμᾶν τοῖς τοῦτο ποιοῦσιν, βλαπτικὸν ὀφθαλμῶν τὸ ἐπιχείρημα δεικνύων καὶ τῆς κάτω κοιλίας ἐπισχετικόν. πρὸς ὃν Οὐλπιανὸς ἔφη Timon. fr. 27 W':'
ὄρσ᾽ Ἀσκληπιάδη, καλέει κρείων σε Χαρωνεύς Il. 4.204'.'
οὐ γὰρ κακῶς τινι τῶν ἑταίρων ἡμῶν ἐλέχθη τὸεἰ μὴ ἰατροὶ ἦσαν, οὐδὲν ἂν ἦν τῶν γραμματικῶν μωρότερον.' τίς γὰρ ἡμῶν οὐκ οἶδεν ὅτι οὐκ ἦν οὗτος ἀποκοτταβισμὸς ἀρχαῖος; εἰ μή τι σὺ καὶ τοὺς Ἀμειψίου <Ἀποκοτταβίζοντας> ἀποβλύζειν ὑπολαμβάνεις. ἐπεὶ οὖν ἄπειρος εἶ τῆς τοιαύτης θεωρίας, μάθε παρ᾽ ἐμοῦ ὅτι πρῶτον μὲν τῶν κοττάβων εὕρεσις Σικελική ἐστιν παιδιά, ταύτην πρώτων εὑρόντων Σικελῶν, ὡς Κριτίας φησὶν Καλλαίσχρου ἐν τοῖς Ἐλεγείοις διὰ τούτων fr. 1 B':'
κότταβος ἐκ Σικελῆς ἐστι χθονὸς ἐκπρεπὲς ἔργον,
ὃν σκοπὸν ἐς λατάγων τόξα καθιστάμεθα.
Δικαίαρχος Μεσσήνιος, Ἀριστοτέλους μαθητής, ἐν τῷ περὶ Ἀλκαίου FHG II 247' 'καὶ τὴν λατάγην φησὶν εἶναι Σικελικὸν ὄνομα. λατάγη δ᾽ ἐστὶν τὸ ὑπολειπόμενον ἀπὸ τοῦ ἐκποθέντος ποτηρίου ὑγρόν, συνεστραμμένῃ τῇ χειρὶ ἄνωθεν ἐρρίπτουν οἱ παίζοντες εἰς τὸ κοττάβιον. Κλείταρχος δ᾽ ἐν τῇ περὶ Γλωττῶν πραγματείᾳ λάταγα Θεσσαλοὺς καὶ Ῥοδίους τὸν ἀπὸ τῶν ποτηρίων κότταβον λέγειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (C. D. Yonge, B.A., 1854)
load focus Greek (Charles Burton Gulick, 1927)
hide References (1 total)
  • Cross-references from this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: