previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐκ ἠπόρει δ᾽ ἡμῶν τὸ συμπόσιον οὐδὲ τῶν φιλοσκωπτούντων. περὶ δὲ τοιούτου τινὸς πάλιν Χρύσιππος ἐν τῷ αὐτῷ γράφει: ‘φιλοσκώπτης τις μέλλων ὑπὸ τοῦ δημίου σφάττεσθαι ἔτι ἕν τι ἔφη θέλειν ὥσπερ τὸ κύκνειον ᾁσας ἀποθανεῖν. ἐπιτρέψαντος δ᾽ ἐκείνου ἔσκωψεν.' ὑπὸ δὴ τῶν τοιούτων πολλάκις Μυρτίλος σκωφθέντα καὶ ἀγανακτήσαντα εἶπεν καλῶς Λυσίμαχον τὸν βασιλέα πεποιηκέναι. ‘Τελέσφορον γὰρ ἕνα τῶν ὑπάρχων αὐτοῦ, ἐπειδὴ ἔσκωψέ ποτε ἐν συμποσίῳ τὴν Ἀρσινόην ῾γυνὴ δ᾽ ἦν τοῦ Λυσιμάχοὐ ὡς ἐμετικὴν οὖσαν, εἰπών
κακῶν κατάρχεις τήνδ᾽ ἐμοῦσαν εἰσάγων.
Λυσίμαχος ἀκούσας ἐμβληθῆναι αὐτὸν ἐκέλευσεν εἰς γαλεάγραν καὶ δίκην θηρίου περιφερόμενον καὶ τρεφόμενον, κολαζόμενον οὕτως ἐποίησεν ἀποθανεῖν. σὺ δέ, Οὐλπιανέ, εἰ τὴν γαλεάγραν ζητεῖς, ἔχεις παρ᾽ Ὑπερείδῃ τῷ ῥήτορι fr. 37 Bl':' ὅπου δέ, σὺ ζήτει. καὶ Ταχὼς δ᾽ Αἰγυπτίων βασιλεὺς Ἀγησίλαον σκώψας τὸν Λακεδαιμονίων βασιλέα, ὅτ᾽ ἦλθεν αὐτῷ συμμαχήσων, ῾ἦν γὰρ βραχὺς τὸ σῶμἀ ἰδιώτης ἐγένετο, ἀποστάντος ἐκείνου τῆς συμμαχίας. τὸ δὲ σκῶμμα τοῦτ᾽ ἦν:
ὤδινεν ὄρος, Ζεὺς δ᾽ ἐφοβεῖτο, τὸ δ᾽ ἔτεκεν μῦν.
ὅπερ ἀκούσας Ἀγησίλαος καὶ ὀργισθεὶς ἔφηφανήσομαί σοί ποτε καὶ λέων.' ὕστερον γὰρ ἀφισταμένων τῶν Αἰγυπτίων, ὥς φησι Θεόπομπος FHG I 297' 'καὶ Λυκέας Ναυκρατίτης ib. IV 441' 'ἐν τοῖς Αἰγυπτιακοῖς, οὐδὲν αὐτῷ συμπράξας ἐποίησεν ἐκπεσόντα τῆς ἀρχῆς φυγεῖν εἰς Πέρσας.'

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Greek (Charles Burton Gulick, 1927)
load focus English (C. D. Yonge, B.A., 1854)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: